ἀποδέχεται δὲ αὐτοὺς ποιοῦντας τὰ σχίσματα, ἀλλὰ καὶ συμβουλεύει μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ' ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι· ἔπειτα, ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέ σας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν περὶ ὧν ἔγραψαν ἀποκρίνεται. Περὶ μὲν τοῦ γάμου διδάσκων, ἄῤῥηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνον σχολάζειν διὰ τὴν εὐχήν· διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι μὴ ἀνάγκῃ, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω. Εἶτα περὶ τῶν εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται. Κωλύει οὖν τὰ ἐν εἰδωλίῳ συμπόσια, ἵνα μὴ σκανδαλίζωνται οἱ μικροί. Εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει· ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα τὸ χάρισμα τόδε τοῦ ἔχοντος τόδε· πάντα γὰρ τοῦ αὐτοῦ Πνεύματος εἶναι λέγει. Καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει· ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνή σκουσα μὲν φθαρτὴ, ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. Τὴν δὲ ἀνάστασιν ἀπὸ τοῦ ἐγηγέρθαι τὸν Χριστὸν συνίστησι. Καὶ εἰς τὸ τέλος παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν. 28.417 Τρίτη, πάλιν καὶ αὕτη πρὸς Κορινθίους. Καὶ ταύτην πρὸς τοὺς αὐτοὺς ἐπιστέλλει ἀπὸ Μακεδονίας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· ∆εξάμενοι Κορίνθιοι τὴν Ἐπιστολὴν τὴν προτέραν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μη τρυιὰν, καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τοιοῦτον ἁμάρτημα· εἶτα ὑφηρπάζοντο παρά τινων τῶν καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε πα ρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου, καὶ ἀδιάφορον ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσεῖχον τοῖς ἐν προσώπῳ καυχωμένοις. Ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζον τες καλῶς. Πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστο λος. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτοὺς, ἐκβαλόντας τὸν παρανομήσαντα· ἔπειτα ἀξιώσασιν αὐτοῖς συγκα τανεύει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. Ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν, ὅτι οὐ δεῖ λαμβάνειν τὸ γράμμα μόνον τοῦ νόμου, ἀλλ' ἐν αὐτῷ τῷ γράμματι τὴν διάνοιαν ἐρευνᾷν· οὐ γὰρ μόνον ῥητά ἐστιν ὁ νόμος, ἀλλὰ καὶ ἐν τοῖς ῥητοῖς ἐστι καὶ ὁ νοῦς τοῦ πνεύματος· ἔπειτα, ὅτι τοῦ Χριστοῦ ἐλθόντος, καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῇν, ἀλλ' ὡς ἐν καινῇ κτίσει ἐν πᾶσιν ἀνανεοῦσθαι καὶ ἀργὴν εἶναι λοιπὸν τὴν περιτομήν. Ἀποδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐ τοὺς πλεονάζειν. Εἶτα αἰτιώμενος τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα, ἅπερ πέπονθε διὰ τὸν Κύριον, καὶ τὰς ὀπτασίας δὲ διηγεῖται, ἅσπερ ἑώρακεν, εἴς τε τὸν Παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. Εἶτα παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστίᾳ τελειοῖ τὴν Ἐπιστολήν. Τετάρτη, πρὸς Γαλάτας. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωρακὼς αὐ τοὺς ἤδη καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· ∆ιδαχθέντες καλῶς οἱ Γαλάται παρὰ τοῦ Ἀπο στόλου, καὶ πιστεύσαντες γνησίως εἰς τὸν Χριστὸν, ἀποδημήσαντος αὐτοῦ, ὑφηρπάσθησαν παρά τινων, ὥστε περιτέμνεσθαι. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπό στολος, γράφει πρὸς αὐτούς. Καὶ πρῶτον μὲν μαρ τυρῶν αὐτοῖς περὶ ἧς εἶχον πίστεως, καὶ γνησίας ἐν Χριστῷ διαθέσεως, μέμφεται ὡς ἀνοήτως πράξαν τας, καὶ μεταβαλομένους αὐτούς· ἔπειτα δὲ διαλαμ βάνει περὶ τοῦ νόμου, καὶ τῆς κατὰ τὸν Ἀβραὰμ πίστεως· καὶ ἀποδείκνυσιν ἔκ τε τοῦ νόμου καὶ τῶν γυναικῶν Ἀβραὰμ, ἀλληγορήσας αὐτὰς, μέχρι και ροῦ δεδόσθαι τὴν σκιὰν, καὶ τὴν περιτομὴν, καὶ ἀρ γεῖν λοιπὸν αὐτὰ τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Καὶ οὕτως ἀποδείξας, παραγγέλλει
52