1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

52

δουλείας καὶ καθαρῶς τοῖς σκήπτροις τοῦ Χριστιανικωτάτου κράτους ὑποταγῆναιτῆς εἰρημένης μεταναστάντος νήσου προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ καὶ μόχθῳ τοῦ φιλοχρίστου καὶ εὐσεβοῦς ἡμῶν βασιλέως, συνορῶμεν, ὥστε ἀκαινοτόμητα διαφυλαχθῆναι τὰ παρὰ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον συνελθόντων θεοφόρων πατέρων τῷ θρόνῳ τοῦ προγεγραμμένου ἀνδρὸς παρασχεθέντα προνόμια, ὥστε τὴν νέαν Ἰουστινιανούπολιν τὸ δίκαιον ἔχειν τῆς Κωνσταντινέων πόλεως καὶ τὸν ἐπ' αὐτῇ καθιστάμενον θεοφιλέστατον ἐπίσκοπον πάντων προεδρεύειν τῶν τῆς Ἑλλησποντίων ἐπαρχίας καὶ ὑπὸ τῶν οἰκείων ἐπισκόπων χειροτονεῖσθαι κατὰ τὴν ἀρχαίαν συνήθειαν (τὰ γὰρ ἐν ἑκάστῃ ἐκκλησίᾳ ἔθη καὶ οἱ θεοφόροι ἡμῶν πατέρες παραφυλάττεσθαι διεγνώκασιν), τοῦ τῆς Κυζικηνῶν πόλεως ἐπισκόπου ὑποκειμένου τῷ προέδρῳ τῆς εἰρημένης Ἰουστινιανουπόλεως, μιμήσει τῶν λοιπῶν ἁπάντων ἐπισκόπων τῶν ὑπὸ τὸν λεχθέντα θεοφιλέστατον πρόεδρον Ἰωάννην, ἀφ' οὗ, χρείας καλούσης, καὶ ὁ τῆς αὐτῆς Κυζικηνῶν πόλεως ἐπίσκοπος χειροτονηθήσεται. Ἐπεὶ δὲ καὶ τὰ περὶ ἐθνῶν οὕτως ἀκριβῶς σοι διετυπώσαμεν καὶ προεξεθέμεθα, δίκαιον μὴ μόνον περὶ τῶν ἐν τῇ καθ' ἡμᾶς πολιτείᾳ, ἀλλὰ καὶ περὶ πάσης τῆς τῶν Ῥωμαίων ἀρχῆς κατά τινας χρόνους καινοτομηθέντων σαφῆ κεκτῆσθαί σε τὴν εἴδησιν, ὡς ἂν ἡ περὶ τῶν ἐγγυτέρω καὶ οἰκείων γνῶσις πλέον τῶν ἄλλων ἐν σοὶ διαμένουσα ποθεινότερον ἀναδείξῃ πρὸς τὸ ὑπήκοον. Ἰστέον, ὅτι ἐπὶ Κωνσταντίνου, υἱοῦ Κωνσταντίνου, τοῦ καὶ Πωγωνάτου καλουμένου, Καλλίνικός τις ἀπὸ Ἡλιουπόλεως Ῥωμαίοιςπροσφυγών, τὸ διὰ τῶν σιφώνων ἐκφερόμενον πῦρ ὑγρὸν κατεσκεύασεν, δι' οὗ καὶ τὸν τῶν Σαρακηνῶν στόλον ἐν Κυζίκῳ Ῥωμαῖοι καταφλέξαντες τὴν νίκην ἤραντο. 49 Ὁ ζητῶν, ὅπως τῇ τῶν Πατρῶν ἐκκλησίᾳ οἱ Σκλάβοι δουλεύειν καὶ ὑποκεῖσθαι ἐτάχθησαν, ἐκ τῆς παρούσης μανθανέτω γραφῆς. Νικηφόρος τὰ τῶν Ῥωμαίων σκῆπτρα ἐκράτει, καὶ οὗτοι ἐν τῷ θέματι ὄντες Πελοποννήσου ἀπόστασιν ἐννοήσαντες, πρῶτον μὲν τὰς τῶν γειτόνων οἰκίας τῶν Γραικῶν ἐξεπόρθουν καὶ εἰς ἁρπαγὴν ἐτίθεντο, ἔπειτα δὲ καὶ κατὰ τῶν οἰκητόρων τῆς τῶν Πατρῶν ὁρμήσαντες πόλεως, τὰ πρὸ τοῦ τείχους πεδία κατέστρεφόν τε καὶ ταύτην ἐπολιόρκουν, μεθ' ἑαυτῶν ἔχοντες καὶ Ἀφρικοὺς Σαρακηνούς. Ἐπεὶ δὲ χρόνος ἱκανὸς διῆλθεν, καὶ σπάνις τῶν ἀναγκαίων τοῖς ἔνδοθεν τοῦ τείχους γίνεσθαι ἤρξατο, ὕδατός τε καὶ τροφῶν, βουλὴν βουλεύονται εἰς συμβιβάσεις τε ἐλθεῖν καὶ λόγους ἀπαθείας λαβεῖν καὶ τηνικαῦτα τὴν πόλιν ὑποτάξαι αὐτούς. Ἐπεὶ οὖν ὁ τηνικαῦτα στρατηγὸς ὑπῆρχεν πρὸς τὴν ἄκραν τοῦ θέματος ἐν κάστρῳ Κορίνθου, καὶ προσδοκία ἦν τοῦ παραγενέσθαι αὐτὸν καὶ καταπολεμῆσαι τὸ ἔθνος τῶν Σκλαβήνων, ὡς καὶ πρώην καταμηνυθέντος αὐτοῦ περὶ τῆς καταδρομῆς αὐτῶν παρὰ τῶν ἀρχόντων, ἐβουλεύσαντο οἱ τοῦ κάστρου οἰκήτορες πρότερον ἀποσταλῆναι σκοπὸν εἰς τὰ ἀνατολικώτερα τῶν ὀρέων καὶ ἀποσκοπεῦσαι καὶ γνῶναι, εἰ ἄρα παραγίνεται ὁ στρατηγός, παραγγείλαντες καὶ σημεῖον δεδωκότες τῷ ἀποσταλμένῳ, ἵνα, εἰ μὲν ἴδοι ἐρχόμενον τὸν στρατηγόν, ἐν τῇ ὑποστροφῇ αὐτοῦ κλίνῃ τὸ φλάμμουλον, ὅπως γνῶσιν τὴν ἔλευσιν τοῦ στρατηγοῦ, εἰ δὲ μή γε, κατέχειν ὀρθὸν τὸ φλάμμουλον πρὸς τὸ μὴ ἔχειν αὐτοὺς προσδοκίαν τοῦ τοῦ λοιποῦ παραγίνεσθαι τὸν στρατηγόν. Τοῦ οὖν σκοποῦ ἀπελθόντος καὶ μαθόντος μὴ παραγίνεσθαι τὸν στρατηγόν, ὑπέστρεφεν ὀρθὸν κατέχων τὸ φλάμμουλον. Καὶ δὴ τοῦ Θεοῦ εὐδοκήσαντος διὰ πρεσβειῶν τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου, τοῦ ἵππου ὀλισθήσαντος καὶ τοῦ ἐπιβάτου ὑποπεπτωκότος, ἔκλινεν τὸ φλάμμουλον, καὶ οἱ τοῦ κάστρου οἰκήτορες ἰδόντες τὸ γεγονὸς σημεῖον καὶ νομίσαντες ἐξ ἅπαντος παραγίνεσθαι τὸν στρατηγόν, ἤνοιξαν τὰς πύλας τοῦ κάστρου, καὶ ἐξῆλθον θαρσαλέοι κατὰ τῶν Σκλαβήνων, καὶ εἶδον τὸν πρωτόκλητον ἀπόστολον ὀφθαλμοφανῶς ἵππῳ ἐπικαθήμενον καὶ δρόμῳ ἐπερχόμενον κατὰ τῶν βαρβάρων· καὶ δὴ τρέψας τούτους κατὰ κράτος καὶ διασκορπίσας καὶ ἀπελάσας πόρρω τοῦ κάστρου φυγάδας ἐποίησεν. Οἱ δὲ βάρβαροι