52
κρίσεως καὶ καταδίκης γενήσεσθε, ὅτι τὴν μὲν Σωσάνναν ὁ Κύριος διὰ τοῦ ∆ανιὴλ ἐρρύσατο ἐκ χειρὸς παρανόμων, τοὺς δὲ ἐνόχους τοῦ αἵματος αὐτῆς πρεσβυτέρους ἐν πυρὶ κατε δίκασεν, ὑμᾶς δὲ δι' αὐτοῦ ὠνείδισεν λέγων· «Oὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; Oὐκ ἀνακρίναντες οὐδὲ τὸ ἀληθὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε οὖν εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆ.» Θεάσασθε δὲ καὶ τὰ κοσμικὰ δικαστήρια, ὧν τῇ ἐξουσίᾳ ὁρῶμεν ἀγομένους φονεῖς, μοιχούς, φαρμακούς, τυμβωρύχους, λῃστάς· καὶ τὰς ἀνακρίσεις αὐτῶν λαβόντες οἱ ἡγούμενοι παρὰ τῶν προσαγόντων λέγουσιν τῷ κακούργῳ, εἰ ταῦτα οὕτως ἔχει· κἀκείνου συγκαταθεμένου οὐκ εὐθέως ἐπὶ τὴν κόλασιν αὐτὸν ἐκπέμπουσιν, ἀλλὰ πλείοσιν ἡμέραις ποιοῦνται αὐτοῦ τὴν ἐξέτασιν μετὰ συμβουλίου πολλοῦ καὶ παραπετάσματος μέσου· τελευταῖον ὅρον καὶ ψῆφον θανάτου ὁ μέλλων ἐκφέρειν κατ' αὐτοῦ, πρὸς τὸν ἥλιον ἐπάρας τὰς χεῖρας, διαμαρτύρεται ἀθῶος ὑπάρχειν τοῦ αἵματος τοῦ ἀνθρώπου, καίτοι ὄντες ἐθνικοὶ καὶ οὐ γινώσκοντες θειότητα ἢ τὴν εἰς αὐτοὺς ἀπὸ Θεοῦ ἄμυναν ὑπὲρ τῶν ἀναιτίως κατακριθέντων. Ὑμεῖς δέ, γινώσκοντες, τίς ὁ Θεὸς ἡμῶν καὶ ὁποῖα τὰ κρίματα αὐτοῦ, πῶς ἂν κατὰ ἐπήρειαν δυνήσεσθέ τινι ἀπόφασιν δοῦναι, τῆς κρίσεως ὑμῶν παραχρῆμα γινωσκομένης Θεῷ; Καὶ εἰ μὲν δικαίως ἐκρίνατε, δικαίων ἀμοιβῶν καταξιωθήσεσθε καὶ νῦν καὶ εἰς αὖθις· εἰ δὲ ἀδίκως, πάλιν τῶν ὁμοίων τεύξεσθε. Ἡμεῖς μὲν οὖν, ἀδελφοί, συμβουλεύομεν ὑμῖν μᾶλλον ἐπαίνων ἀξιοῦσθαι παρὰ Θεῷ ἢ ψόγων, ὅτι Θεοῦ ἔπαινος ζωὴ αἰώνιος ἀνθρώποις, ὥσπερ οὖν καὶ ὁ ψόγος θάνατος. ἀΐδιος. ∆ιὸ γίνεσθε δίκαιοι κριταί, εἰρηνοποιοί, ἀόργητοι· «Ὁ ὀργιζόμενος γὰρ εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει.» Eἰ δὲ καὶ συμβῇ ἐξ ἐνεργείας τινὸς ὀργισθῆναι ὑμᾶς κατά τινος, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῇ ὀργῇ ὑμῶν. «Ὀργίζεσθε γάρ, φησὶν ὁ ∆αυίδ, καὶ μὴ ἁμαρτάνετε.» Τοῦτ' ἔστιν ταχέως διαλλάσσεσθε, ὅπως μὴ ἡ ἐπίμονος ὀργὴ μνησικακία γένηται καὶ ἁμαρτίαν ἀπεργάσηται· «Ψυχαὶ γὰρ μνησικάκων εἰς θάνατον», φησὶν ὁ Σολομών. Λέγει δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς ἐν Eὐαγγελίοις· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου.» ∆ῶρον δέ ἐστιν Θεῷ ἡ