Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἅπτεσθαι κελεύει τοὺς τῆς νοητῆς εὐθύτητος ἐπιμελητὰς, ἀλλὰ μετὰ τῆς ἁγιο πρεποῦς θυμηδίας ποιεῖσθαι κελεύει τὰς δοξολογίας. Εἰκὸς δὲ ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ἀκολουθῶν ὁ Ψάλ λων, ἐνταῦθα διαμέμνηται τῶν ὀργάνων. Ἔθος γὰρ Ἰουδαίοις καὶ λυροκτυπεῖν ἔσθ' ὅτε, κυμβάλοις τε καὶ νάβλαις καὶ ἑτέροις τισὶ κεχρῆσθαι τοιούτοις, καὶ ὑμνολογεῖν ἐν τῷ παρ' αὐτοῖς ὄντι ναῷ. (B f. 97) Ἄθρει ὅπως οὐ βουθυτεῖν τοῖς ἁγίοις, εἴτουν τοῖς εὐθέσιν, ἐπιτάττει μᾶλλον, οὔτε μὴν κα πνοῖς κεχρῆσθαι καὶ λιβάνῳ· τὸ ὑμνολογεῖν δὲ μᾶλ λον, καὶ ἀναιμάκτους προσάγειν θυσίας, ὅπερ ἐστὶν τῆς ἐν Χριστῷ πολιτείας σύμβολον. Ἀποφήσας γὰρ τὰς δι' αἱμάτων θυσίας, διὰ τοῦ φάναι ὡς τὸν Ἰσραὴλ, "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ' ἐκ τῶν ποιμνίων σου χιμάρους," εἰς ᾠδὰς καὶ μέλη προ τρέπει λέγων "Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως." Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. (A f. 176 b) Ἴδοι τις ἂν κἀντεῦθεν, ὅτι μὴ τοῖς τὴν ἐν νόμῳ τελοῦσι λατρείαν προσδιαλέγεται νυνὶ τὸ Πνεῦμα διὰ τοῦ Ψάλλοντος, ἀλλὰ τοῖς ἐρασταῖς τῆς ἐν Χριστῷ πολιτείας, καὶ τὴν ἐν πίστει δικαίωσιν παρ' αὐτοῦ πεπλουτηκόσιν. Εἶεν δ' ἂν οὗτοι, περὶ ὧν ἔλεγεν ἐν ἀρχῇ τοῦ προλαβόντος ψαλμοῦ· "Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι." Τίσι γὰρ ἀφῆκε τὰς ἁμαρ τίας, εἰ μὴ τοῖς εἰς καινότητα ζωῆς ἀναμορφωθεῖσι δι' ἁγιασμοῦ ἐν πνεύματι, οἳ καὶ πάντα μολυσμὸν ἀπελούσαντο διὰ τοῦ ἁγίου βαπτίσματος; Τούτοις ᾄδειν κελεύει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατά τινα τρόπον τὸν ἀσυνήθη τάχα τοῖς πρὸ ἡμῶν. ∆εῖν γὰρ εἶναί φησι τὸ ᾆσμα καινὸν, ὅπερ σαφῶς δηλοῖ ὅτι διὰ Μω σέως νόμος τέλος ἔσχηκε. Ψάλλειν δὲ καλῶς, τουτ έστιν ἐμφρόνως ὡς ἐν ἀλαλαγμῷ. Τὸν δὲ ἀλαλαγμὸν, κραυγὴν ἐπινίκιον εἶναί φαμεν ἀναφωνουμένην ὑπὸ στρατιᾶς ἐπὶ πεσοῦσιν ἐχθροῖς. [Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου. Ἐπεὶ, φησὶν, εὐθύς ἐστιν ὁ λόγος τοῦ Κυρίου, καὶ ἐν πίστει δὲ τὰ ἔργα αὐτοῦ, ἀγαλλιᾶσθε ἐν τῷ Κυρίῳ. Εὐθὺν δὲ τὸν λόγον τοῦ Κυρίου λέγων, διαμεμνῆσθαί μοι δοκεῖ τῶν εὐαγγελικῶν θεσπισμάτων, ὡς οὐδὲν ἐχόντων σκολιὸν, ἢ αἰνιγματῶδες, ἢ δυσκάτοπτον ὅλως, καὶ τῇ τοῦ γράμματος ἀσαφείᾳ κατημφιασμένον, καθὰ καὶ ὁ νόμος ὁ διὰ Μωσέως. ∆ιὰ κύκλου γὰρ μακροῦ, καὶ περιόδου δυσχεροῦς, ἀμυδρῶς καὶ μόλις συνίεμεν τὰ Μωσέως. "Ὁ δὲ τοῦ Κυρίου λόγος," 69.873 τουτέστι τὸ μάθημα τὸ εὐαγγελικὸν, εὐθύς ἐστι, καὶ εὐσύνοπτος, καὶ ἀπευθύνειν δυνατὸς εἰς πᾶν εἶδος ἀρετῆς.] Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. (B f. 100) Οὕτω που περὶ τῆς θαλάσσης φησίν· "Ἐθέμην αὐτῇ ὅρια, ἐπιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερ βήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα." Ἔφη δέ που καὶ πρός τινας τῶν ἀρχαιοτέρων δι' ἐνὸς τῶν ἁγίων προφητῶν· "Μὴ ἐμὲ οὐ φοβηθή σεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὄριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;" Ὅτι γὰρ ὑποβρύχιον οὖσαν τὴν γῆν, νεῦμα θεῖον ἐξεκάλυψεν ἐν ἀρχαῖς, διεσάφησεν ὁ Μωσῆς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λέγων· "Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά." Οὐκοῦν δυναμένην τὴν ἄβυσσον ὅλην καταχῶσαι τὴν γῆν, θεῖα περιέχουσα δύναμις, δίκην ἀσκοῦ συνέχει· καὶ οἷον ἀνασειράζουσα, τοὺς ἐκνεμηθέντας αὐτῇ τόπους ὑπεραίρειν οὐκ ἐᾷ. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. (B f. 100, A f. 180, C f. 68) Ὅτι μὴ μάτην, ὀνη σιφόρως δὴ μᾶλλον, καὶ ὑπέρ γε τοῦ πᾶσι χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν, τοὺς περὶ τῆς θείας δόξης, καὶ τῆς κατὰ πάντα ὑπεροχῆς πρὸς ἡμᾶς πε ποίηται λόγους, ἡ τῶν προκειμένων ἡμῖν σαφηνιεῖ δύναμις. Συμβουλεύει γὰρ ἅπασαν τὴν ὑπ' οὐρανὸν μηκέτι τοῖς δαιμονίοις προσάγειν τὸ σέβας, ἀλλὰ τῷ θείῳ κατακαλλύνεσθαι φόβῳ, καὶ εἰσοικίσασθαι κατὰ νοῦν τὴν περὶ τοῦ πάντων κρατοῦντος ἔννοιαν, ὃς λόγῳ μὲν παρήγαγε τὰ πάντα εἰς ὕπαρξιν, ἐστε ρέωσε δὲ οὐρανοὺς, καὶ συνέχει πρὸς τὸ εὖ εἶναι καὶ ὑφεστάναι τὰ γεγονότα, διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. ∆ιὰ τοῦτο γὰρ τοὺς περὶ τῆς θείας δόξης πεποίηται λόγους ὁ