52
Μαδάμ, Μαδιάμ, Ἰεσβώκ. 114 Ἀφρικανοῦ Λιμοῦ κατασχόντος τὴν γῆν τὴν Χανανίτιδα κατῆλθεν εἰς Αἴγυπτον Ἀβραάμ, δεδιὼς δὲ μὴ διὰ τὸ κάλλος τῆς γυναικὸς ἀναιρεθῇ, ἀδελφὸς εἶναι σκέπτεται. ἐπαινεθεῖσαν δὲ ἠγάγετο Φαραώ (οὕτω γὰρ Αἰγύπτιοι τοὺς βασιλεῖς ἑρμηνεύουσι), καὶ ὁ μὲν δίκας ἔτισε τῷ θεῶ, ὁ δ' ἅμα τοῖς ἰδίοις Ἀβραὰμ ἤδη πλουτῶν ἀπηλλάσσετο. Ἐν Χαναὰν διεπληκτίσαντο ποιμένες τοῦ τε Ἀβραὰμ καὶ τοῦ Λώτ, καὶ δόξαντος αὐτοῖς ἐχωρίσθησαν, ἑλομένου Λὼτ ἐν Σοδόμοις οἰκεῖν δι' ἀρε τὴν καὶ κάλλος τῆς γῆς ἐχούσης πέντε πόλεις, Σόδομα, Γόμορρα, Ἄδαμα, Σεβωείμ, Σηγώρ, καὶ τοσούτους βασιλεῖς. τούτοις οἱ πλησιόχωροι τέσσα ρες βασιλεῖς Σύρων ἐπολέμησαν, ὧν ἡγεῖτο Χοδολλαγομὸρ βασιλεὺς Αἰλάμ. συνέβαλλον δὲ παρὰ τὴν θάλασσαν τὴν ἁλικήν, ἣ καλεῖται νῦν θάλαττα νεκρά· ἐν ταύτῃ πλεῖστα τῶν θαυμασίων τεθέαμαι. ζῴων τε γὰρ οὐδὲν ἐκεῖνο φέρει τὸ ὕδωρ, καὶ νεκροὶ μὲν ὑποβρύχιοι φέρονται, ζῶντες δὲ οὐδ' ἂν ῥᾳδίως βαπτίσαιντο. λύχνοι δὲ καιόμενοι μὲν ἐπιφέρονται, σβεν νύμενοι δὲ καταδύουσιν. Ἐνταῦθά εἰσιν αἱ τῆς ἀσφάλτου πηγαί· φέρει δὲ στυπτηρίαν καὶ ἅλας, ὀλίγον τι τῶν ἄλλων διαφέροντα· πικρά τε γάρ ἐστι καὶ διαυγῆ. ἔνθα δ' ἂν καρπὸς εὑρεθῇ κάπνου πλέον εὑρίσκεται θολερωτάτου. τὸ δὲ ὕδωρ ἰᾶται τοὺς χρωμένους αὐτῷ, λήγει τε παντὶ ὕδατι πάσχον τὰ ἐναντία. εἰ δὲ μὴ Ἰορδάνην εἶχε τὸν ποταμὸν τροφὴν ὡς πορφύραν διατρέχοντα καὶ ἐπὶ πολὺ ἀντέχοντα, ἔληξεν ἂν θᾶττον ἢ φαίνεται. ἔστι δὲ παρ' αὐτῇ πάμ πολυ τοῦ βαλσάμου φυτόν. ὑπονοεῖται δὲ ἀνατετράφθαι ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν περιοικούντων ἀσέβειαν. 115 Τῷ ρʹ ἔτει τῆς ζωῆς αὐτοῦ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ἔτει κοσμικῷ γυιβʹ. Ἀβραὰμ ἔζησε τὰ πάντα ἔτη ροεʹ καὶ ἐκλείπων, ὥς φησιν ἡ γραφή, ἀπέθανεν ἐν γήρᾳ καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο ὁ Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου ἐβασίλευσεν ιθʹ Ῥαμεσσομενὴς ἔτη ιεʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος γτιεʹ. Αἰγύπτου ἐβασίλευσεν κʹ Οὐσιμάρης ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτλʹ. Αἰγύπτου ἐβασίλευσεν καʹ Ῥαμεσσήσεως ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτξαʹ. Αἰγύπτου ἐβασίλευσε κβʹ Ῥαμεσσαμένω ἔτη ιθʹ. οὗτος πρῶτος Φαραῶ ἐν τῇ θείᾳ γραφῇ μνημονεύεται. ἐπὶ τούτου ὁ πατριάρχης Ἀβραὰμ κατ ῆλθεν εἰς Αἴγυπτον. τοῦ δὲ κόσμου ἦν ἔτος γτπδʹ. Αἰγύπτου ἐβασίλευσε κγʹ Ῥαμεσσῆ Ἰουβασσῆ ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυγʹ.
ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωυφίς, ὅ ἐστιν
ἐπίκωμος, ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσλαʹ. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης, ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσναʹ. Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρός, ὅ ἐστι Χρύσης Χρύσου υἱός, ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσξθʹ. 116 Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαύωσις, ὅ ἐστιν ἀρχικράτωρ, ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γς ζαʹ. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιύρης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτδʹ. Θηβαίων Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σαῶφις κωμαστής, κατὰ δὲ ἐνίους χρηματιστής, ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτιδʹ.
ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων δεύτερος ἐβασίλευσεν Εὔρωψ ἔτη μεʹ. τοῦ
δὲ κόσμου ἦν ἔτος γς ζαʹ. Κατὰ τὸ κʹ ἔτος Εὔρωπος τούτου τοῦ δευτέρου βασιλέως Σικυωνίων, ἤτοι Πελοποννησίων, γεννᾶται ὁ παρ' Ἑβραίοις Ἀβραάμ. ἐκ τούτου φασί