52
κατασχὼν, ὡς οὔτ' αὐτοὶ ἑκόντες, οὔθ' ἑτέροις παραχωρήσουσι τὸν δεσπότην ἀποκτεῖναι. οἳ καὶ ἀπελθόντες ἤγαγον αὐτὸν εἰς ∆ιδυμότειχον μοναχῶν ἠμφιεσμένον σχῆμα· περιεβάλετο δὲ αὐτὸ καὶ πρὶν αὐτοὺς εἰς Θεσσαλονίκην ἐλθεῖν δέει τοῦ μὴ ἀποθανεῖν. συνῆλθον δὲ αὐτοῖς πρὸς τὸν νέον βασιλέα τῶν Θεσσαλονικέων καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς πολλοὶ, καὶ ὁ τῆς κατ' αὐτὴν ἐκκλησίας πρόεδρος Ἰερεμίας, καὶ Γεράσιμος ὁ τῆς κατὰ τὸ ἱερὸν ὄρος τὸν Ἄθω ἐξηγούμενος λαύρας. ἡ μέντοι περὶ τὸν νέον ἠθροισμένη βασιλέα στρατιὰ, ἀταξίᾳ στρατιωτικῇ χρησάμενοι, ὀλίγου δεῖν κατέκοψαν ἂν τὸν δεσπότην, εἰ μὴ αὐτὸς ἐῤῥύσατο παρὼν ὁ βασιλεύς· ἐκέλευσε δὲ εἱρχθῆναι. τισὶ δὲ ὕστερον ἡμέραις ὁ δεσπότης διά τινος ἐδεῖτο τοῦ νέου βασιλέως, ἅμα καὶ πολλὰς χάριτας ὁμολογῶν, ὅτι δι' αὐτὸν οὐκ ἐτεθνήκει, ὡς ἐπεὶ καθ' ὁποιονδήτινα τρόπον τὸ τῶν μοναστῶν περιεβάλετο σχῆμα, καὶ τὰ νενομι 1.150 σμένα ἐπ' αὐτῷ τελεσθῆναι πάντα, ὡς ἂν μὴ δοκοίη βίᾳ, ἀλλ' ἑκὼν περιβεβλῆσθαι. ὁ βασιλεὺς δὲ ὑποπτεύσας μὴ βίου μεταβολῆς ἐπιθυμίᾳ, ἀλλ' ὅπως ἀπολυθείη μὴ εἵργεσθαι, τοιαῦτα αἰτεῖν, τὸν Θεσσαλονίκης πέμψας μητροπολίτην καὶ τὸν τῆς λαύρας ἐξηγούμενον Γεράσιμον, οὐχ ἁρμόζοντα αἰτεῖν αὐτὸν μεμήνυκεν ἐν τῷ παρόντι· τὸ μὲν γὰρ μὴ κακῶς ὑπὸ τῶν φρουρούντων πάσχειν, ἀλλ' ἀναπαύλης ἀπολαύειν, ἐξέσται, τὸ δὲ ἀπολυθῆναι τῆς εἱρκτῆς, ἀδύνατον τὸ νῦν εἶναι· διὸ μηδὲ τοιαῦτα δεῖσθαι. ὁ δ' ἔτι μᾶλλον ἐδεῖτο περὶ τῶν αὐτῶν, τῶν ἱερῶν ἐκείνων ἐπιλαβόμενος ἀνδρῶν, ὡς οὐ πρὸς ὑπόκρισιν, οὐδὲ πρὸς ἀνάγκην, ἀλλ' ἀληθείᾳ μᾶλλον τὴν πρὸς τὸν τοιοῦτον βίον αἱρούμενος μεταβολήν. ἃ δὴ καὶ πυθόμενος παρ' αὐτῶν ὁ βασιλεὺς, ἐπέτρεψεν ἃ βούλοιτο ποιεῖν περὶ αὐτοῦ. ἤχθησαν δὲ ἐπὶ τῶν αὐτῶν καιρῶν ἐκ Θεσσαλονίκης πρὸς βασιλέα δεσμῶται καὶ οἱ τὴν βασιλίδα Ξένην τὴν τούτου μητέρα, ὅπερ ἔφθημεν εἰπόντες, ἑλκύσαντες βίᾳ, ὅ, τε Παλαιολόγος Κωνσταντῖνος καὶ Ἰωάννης ὁ Ζαρίδης καὶ ὁ πρωταλλαγάτωρ Σεναχηρείμ. ὧν τοὺς μὲν δύο, βασιλέως προστεταχότος, ἐπὶ τῆς δημοσίας ἐθεάτρισαν ἀγορᾶς ἀφῃρημένους τὸ γένειον καὶ τὰς τρίχας τῆς κεφαλῆς· τὸν Παλαιολόγον δὲ ὁ πρωτοστράτωρ ἐξῃτήσατο, ἀνεψιὸν αὐτοῦ ὑπάρχοντα, μὴ ταὐτὸν παθεῖν· εἰς δεσμωτήριον δὲ ἐνεβλήθη. ὀλίγῳ δὲ ὕστερον αὐτόν τε καὶ τοὺς ἄλλους ὁ βασιλεὺς ἠξίωσε συγγνώμης. ἐν τοῖς αὐτοῖς δὲ καιροῖς καὶ οἱ Λήμνιοι τοῦ πρεσβυτέρου βασιλέως ἀποστάντες, ἧκον ἐπὶ 1.151 τὸν νέον, ἅμα τε τὴν ἀποστασίαν αὐτῶν ἀπαγγελοῦντες καὶ τὸν ἄρξοντα αἰτήσοντες τῆς Λήμνου. εὐεργετηθέντες δὲ παρὰ βασιλέως καὶ ἡγεμόνα λαβόντες ὥσπερ ᾐτοῦντο, οἴκαδε ἐπανῆλθον. τούτων γινομένων, ἐκ Σηλυβρίας ἠγγέλθη τῷ βασιλεῖ, ὡς Περσικὴ στρατιὰ κατὰ συμμαχίαν τοῦ πάππου καὶ βασιλέως ἐκ τῆς ἕω διαβᾶσα, ἅμα τῇ ἐκ Βυζαντίου στρατιᾷ ὅσον οὔπω ἐλεύσονται κατ' αὐτοῦ. ὡς δὲ ἐπύθετο, τὴν μὲν κατὰ τῶν ὁμοφύλων τῶν Περσῶν ἐπαγωγὴν ἐθαύμασε τῶν ἀντιτεταγμένων, αὐτὸς δὲ ὁρμῇ τινι ἀσχέτῳ κατὰ τάχος ἄρας ἐκ ∆ιδυμοτείχου, εὐθὺ τῆς ἐπερχομένης ᾔει στρατιᾶς, ὡς μαχούμενος ᾗ ἂν συντύχοι. εἰς τρίτην δὲ ἡμέραν ἥ τε ἐκ Βυζαντίου στρατιὰ ἅμα τοῖς Πέρσαις καὶ βασιλεὺς ὁ νέος μεταξὺ Τζουρουλόης καὶ Σηλυβρίας συνῆλθον. συνιδόντες δὲ οἱ Πέρσαι καὶ οἱ ἐκ Βυζαντίου Ῥωμαῖοι ὡς οὐδὲ ἀντιβλέψαι δυνήσονται πρὸς τὴν μετὰ βασιλέως στρατιὰν, οὐδὲ παρατάξασθαι ὑπομείναντες οὐδὲ πλησίον ἐλθεῖν, ἀλλ' ἔτι ποῤῥωτέρω ὄντες, μεταστραφέντες ἔφευγον κατὰ κράτος, ἰδίᾳ μὲν οἱ Πέρσαι, ἰδίᾳ δὲ οἱ Ῥωμαῖοι. ὁ βασιλεὺς δὲ φεύγοντας ἰδὼν, καὶ αὐτὸς εἰς δύο τὸ στράτευμα διελὼν, ἐκέλευε διώκειν. ἐπιπολὺ δὲ τῆς διώξεως γενομένης, ὡς ἤνυον οἱ διώκοντες οὐδὲν, ἦσαν γὰρ οἱ φεύγοντες οὐκ ἐν ἐφικτῷ, οἱ μὲν τρεῖς τῶν Περσῶν ζωγρήσαντες, οἱ δ' ἕτεροι πέντε Ῥωμαίων, ἐπανέστρεψαν, τῶν ἄλλων διασωθέντων· ἵππων δὲ τῶν μὴ δυνηθέντων ἕπεσθαι τῇ στρατιᾷ καὶ σκευῶν στρατιωτικῶν καὶ οἰκετῶν ἐκράτησαν πολλῶν. ἐλθὼν δὲ ὁ βασιλεὺς ἐστρατοπέδευσεν ἐγγὺς Σηλυβρίας. οἱ μέντοι διασωθέντες τῇ 1.152 φυγῇ Ῥωμαῖοι καὶ Πέρσαι, εἰς Βυζάντιον πρὸς τὸν