52
μεταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ ὁ προφήτης τὸ δρᾶμα γνοὺς "μὴ κρύπτε σαυτήν, γύναι ̔Ιεροβοάμ" εφη, "απιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ οτι, ἐπεὶ καταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐτὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. οτι δέ σοι ἀσεβήσαντι καὶ τὸ πλῆθος ἐπηκολούθησεν, οὐδ' ἐκεῖνο μένει ἀτιμώρητον. σὺ δὲ απιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ος καὶ ταφήσεται θρηνηθείς· μόνος γὰρ ἐξ ̔Ιεροβοὰμ ουτος ην ἀγαθός." ἀπελθοῦσα δὲ ἡ γυνὴ τὸν μὲν παῖδα ευρε θανόντα, τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. ὁ δ' οὐδὲν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος. ̔Ροβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν ̔Ιερουσαλὴμ οἱ παρὰ τοῖς ̓Ισραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ οσοι τοῦ πλήθους ησαν συνιέντες τὸ ἀγαθόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς ̔Ιεροσόλυμα παραγίνονται· κἀντεῦθεν ἡ βασιλεία τοῦ ̔Ροβοὰμ ηυξητο. ὁ δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς ὁ 1.131 οικος ̓Ιούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ ὁ βασιλεὺς Αἰγύπτου ἐπὶ ̔Ιερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ετει πέμπτῳ τῆς βασιλείας τοῦ ̔Ροβοάμ. συγκλείσας δὲ αὐτὸν ̔Ροβοὰμ ἐν τῇ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦναι σωτηρίαν αὐτοῖς, καὶ α ημαρτον εἰς θεὸν ἐξωμολογοῦντο. παρακληθεὶς δὲ ὁ θεὸς οὐκ ἀπολέσειν αὐτούς, ἀλλὰ δώσειν ειπεν ὑποχειρίους τοῖς πολεμίοις. δεξαμένου τοίνυν ἐν τῇ πόλει ̔Ροβοὰμ τὸν Αἰγύπτιον ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ οπλα α ἐποίησε Σολομὼν καὶ τὰ δόρατα τὰ χρυσᾶ α ὁ ∆αβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ ̔Ροβοὰμ ζήσας ετη πεντήκοντα καὶ ἑπτά, ἐξ ων ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν ̓Αβιού. καθ' ου ̔Ιεροβοὰμ ἐξεστράτευσεν, ἀεὶ καὶ τῷ ̔Ροβοὰμ πολεμῶν. ̓Αβιοὺ δὲ οὐκ επτηξε τὴν εφοδον, ἀλλ' ἀντιτάξας αὐτῷ τοὺς οἰκείους νίκην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν ̔Ιεροβοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ ̓Αβιοὺ βασιλεύσας ἐν ̔Ιερουσαλὴμ ετη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν ̓Ασὰ ὁ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ ∆αβὶδ τὸν οἰκεῖον προπάτορα. Τέθνηκε δὲ καὶ ̔Ιεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ετη δύο καὶ εικοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ ὁ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. ος πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπεβουλεύθη παρὰ Βαασὰν υἱοῦ ̓Αχιά, καὶ τέθνηκε δύο αρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ ̔Ιεροβοὰμ ἐξωλόθρευσε. καὶ ουτος δὲ ὡς ̔Ιεροβοὰμ παρη1.132 νόμησε καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ ὁ θεὸς διὰ ̓Ιηοὺ τοῦ προφήτου διαφθερεῖν τὸν οικον αὐτοῦ ὡς τὸν οικον ̔Ιεροβοάμ. τέθνηκε δὲ καὶ ουτος, ἐπὶ τὸν ̓Ισραὴλ βασιλεύσας ετη ἐπὶ τέσσαρσιν εικοσι. καὶ ̓Ηλὰ ὁ υἱὸς αὐτοῦ γέγονε τῆς πατρικῆς βασιλείας διάδοχος. ον Ζαμβρὴ ὁ αρχων τῆς ιππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος απαν τοῦ Βαασὰν ἐξωλόθρευσεν. ἡ δὲ τῶν ̓Ισραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα οτι Ζαμβρὴ κτείνας τὸν ̓Ηλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρὴν ἐν τῇ παρεμβολῇ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ' αὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτὰ ἡμέρας τὴν ἀρχὴν κατασχών. ειτα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τὸ δ' ετερον τὸν Θαμνί. ἀλλ' ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ος πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, επειτα δ' ἐν Μαρεώνῃ τῷ ορει, ἐν ῳ πόλιν ἐδομήσατο η Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ορος καλέσαντος εἰς ονομα Σεμηρών, ἀφ' ου τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. ἡ δὲ βασιλεία περιῆλθεν εἰς ̓Αχαὰβ τὸν