52
ἀναμιμνήσκεσθαι. πεποίηται ἀπὸ τῶν τοῖς πέντε δακτύλοις τῆς χειρὸς συνεχῶς ἀριθμούντων καὶ ἐπαalpha.204 ναλαμβανόντων, οἱονεὶ κατὰ πεμπάδα ἀριθμούντων. ̓Αναπεμπαζόμενοι. ἀριθμούμενοι, σκεπόμενοι. ̓Αναπεπτωκώσ. ῥαθυμῶν, ἀφροντιστῶν, ἀμελῶν. ̓Αναπεποιημένησ. ἀναπεφυρμένης, ἀναζυμωμένης. ̓Αναπετάσωμεν. ἁπλώσωμεν. ̓Αναπετῶ. ἀναπετάσω. Μένανδρος· αλλοις ἀναπετῶ τουτὶ προσελθών. ̓Αναπείρατε. πήξατε, κεντήσατε. ̓Αριστοφάνης· ιν' ἀναπείρω τὰς κίχλας. ̓Αναπείσητε. ἀντὶ τοῦ δώροις πείσητε. ̓Αναπήλασ. ἀνακινήσας. ὁ δὲ διὰ τοῦ κοντοῦ ἀναπήλας εἰς υψος. ̓Αναπηγάζει. ἀναδίδωσιν, ἀνομβρεῖ. ̓Αναπηνίζω. ἀναλέγομαι. ̓Αναπίπτειν. οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. λέγεται καὶ τὸ ἀθυμεῖν παρὰ τοῖς παλαιοῖς. alpha.205 ̓Αναποδίζει. ἀνακάμπτει. ̓Αναπολῶ. ἀναλογίζομαι, ἀναστρέφω. ̓Αναπρήσασ. ἐκ τοῦ πλήθω ἀναπλήσας καὶ τροπῇ τοῦ λ εἰς ρ ἀναπρήσας. οἱ γὰρ κακοῖς τισὶ συνεχόμενοι πνεύματος τὰς γνάθους πληροῦντες, τὰς ἐκφύσεις ἀποτελοῦσιν. ̓Αναπνεύσωσιν. ἀναπνέω, ἀναπνεύσω, πλεονασμῷ τοῦ ˉυ κατὰ τὸν μέλλοντα· ἐπειδὴ τὰ διὰ τοῦ ˉεˉω ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δεχόμενα, πλεονάζουσι τὸ ˉυ κατὰ τὸν μέλλοντα. ̓Ανάπτειν. ἀναπέμπειν, περιτιθέναι, προσάγειν. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀναπτόντων τὸ πῦρ. ̓Αναστεῖλαι. ἀντὶ τοῦ ἀνασχέσθαι. ̓Αναστήσασ. ἀναστάτους ποιήσας, καὶ μετοικίσας. ἀναστήσας ἐκ τοῦ ἱεροῦ τὸν ανθρωπον αἰκίαις καθυπέβαλεν. ̓Αναστήψαι. ἀνασπάσαι. ̓Ανασυντάξασ. ἀντὶ τοῦ ανωθεν συντάξας. ουτως ̔Υπερίδης. ̓Ανασχοῦσα. ἀναδοῦσα. ̓Ανασχών. ἀνατείνας, φανεὶς, ἐξελθὼν, ἀναδύς. ὁ δὲ πρῶτος ἀνασχὼν ἐκ τοῦ ὀρύγματος ην Μάγνος. alpha.206 Ἀνασχέσθαι. παρὰ τὸ ἀνέχω, ὁ μέλλων ἀνέξω· ὁ δεύτερος ἀόριστος ανεχον, πλεονασμῷ τοῦ ˉς ανεσχον· ὁ δεύτερος μέσος ἀόριστος ἀνεσχόμην, ἀνέσχου, ἀνέσχετο, καὶ τὸ ἀπαρέμφατον ἀνασχέσθαι. ̓Αναισιμοῦν. τὸ ἀναλίσκειν. ἀναισίμωτο τὰ τείχη. ̓Ανασειράζων. ἀνακρούων, ἀνακόπτων, ελκων, ἀνέχων. ̓Αναστοιχειώσασ. ἀναπλάσας. μεταστοιχειώσας δὲ ἀντὶ τοῦ μεταπλάσας. ̓Ανάσσει. βασιλεύει. ̓Ανασκυνδυλεῦσαι. τὸ ἀνασκολοπίσαι, τὸ σταυρῶσαι. ̓Ανασφήλασ. ἀνανήψας· ἀναστήσας, ἀναλαβὼν, ἀναῤῥώσας. παρὰ τὸ σφηλὸν, ο σημαίνει τὸ ἰσχυρόν. καὶ ἐρίσφηλον τὸ αγαν ἰσχυρόν. ̓Αναῤῥιπίζειν. κινεῖν, ἀνεγείρειν. ̓Αναῤῥοιβδεῖ. ητοι ἀναῤῥοφᾷ. ̓Αναῤῥιχᾶσθαι. ἀναδίδοσθαι τὸ υδωρ, καὶ τὸ σκολοβατεῖν. ἀναῤῥιχάω, ἀναῤῥιχῶ, ἀνηῤῥίχαον, ἀνηῤῥίχων, οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. ἀραχνιῶ, ἀραχνιᾶσθαι, καὶ ἀναῤῥιχᾶσθαι. η alpha.207 εστι ῥίον, τὸ ἀκρωτήριον· ἐκ τούτου γίνεται ῥιᾶσθαι, καὶ πλεονασμῷ τοῦ ˉχ ἀναῤῥιχᾶσθαι. ̓Αναποδίζειν. τὸ ἐξετάζειν, καὶ ὡσανεὶ συγκρούειν. ̓Ανατάξασθαι. συντάξαι· ἀναγράψασθαι· *λαμβανόμενον* εὐτρεπίσασθαι. ̓Αναταθῶμεν. ἀναπλωθῶμεν, ἀναχθῶμεν. ̓Ανατετυρβακώσ. ἀναταράξας. τυρβάσαι δὲ κυρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι. ̓Αριστοφάνης· τὴν πόλιν απασαν ἡμῶν ἀνατετυρβακώς-. ̓Ανατεῖλαι. ἀνθῆσαι. ἐκ μεταφορᾶς τῶν βοτανῶν. ̓Ανατεινάμενοσ. ἐπαπειλήσας. ὁ δὲ βασιλεὺς πολλὰ τοῖς εἰς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος, οὐδὲν εδρασεν. ̓Ανατείνας τὴν ψυχήν. ἐπὶ τὰ ανω τρέψας. ̓Ανατέταλθεν. ἀνέτειλεν. ̓Ανατέτραπτο. ἀνατροπὴν τινὰ επαθεν. ̓Ανατίθεμαι. ἀντὶ τοῦ ἀθετῶ. ̓Ανατλάντες, καὶ ἀνατλῆναι, καὶ ἀνατλῆσαι. ἀντὶ τοῦ ὑπομεῖναι. ἀτλῶ γὰρ τὸ καρτερῶ. ̓Ανατραπέντεσ. σκελισθέντες, συμπεσόντες. οἱ δὲ σπῶσι τοῦ οινου αδην καὶ ἀνατραπέντες εκειντο, ὡς ετυχον. ̓Ανατρέχω. Μένανδρος. ἀντὶ τοῦ ἀναλύω. ̓Ανατυπῶσαι. ̓Αντίμαχος. ἀντὶ τοῦ ἀνατρέψαι. ̓Αναφέρων. ὑψῶν. alpha.208 ̓Αναφρονήσαντεσ. ἀνανήψαντες, μεταγνόντες. ουκουν οἱ πλεῖστοι ἀναφρονήσαντες ἐγνωσιμάχουν καὶ μετεβάλλοντο. ̓Αναχωρίζει. ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. ουτως Ξενοφῶν. ̓Αναχαιτίζειν. ἀναποδίζειν, ἀνακόπτειν. ̓Αναχρέμπτω. τὸ ἀναπνέω. ̓Αναψύχω. τὸ ἀνακτῶ καὶ ἀναλαμβάνω. ̓Αναθεματισμένοσ. ἐπάρατος, ἀκοινώνητος.