μαῖος. ὁ δὲ ἀπ' Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀπο πληροῖ γενεὰς εἴκοσι καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον. Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος Φορω νεὺς Ἀπις Ἀργεῖος Κρίασος Φόρβας Τριόπας Κρότωπος Σθε
Σθενέλαος Eὐρυσθεὺς Ἀτρεὺς Θυέστης Ἀγαμέμνων, οὗ κατὰ νέλαος ∆αναὸς Λυγκεὺς Ἄβας Προῖτος Ἀκρίσιος Περσεὺς
τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω. καὶ χρὴ τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλή νων παράδοσιν οὐδ' ἱστορίας τις ἦν παρ' αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. μετὰ δὲ Ἴναχον ἐπὶ Φο ρωνέως μόγις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέ γονεν μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μωυσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. ἀποδείκνυται δὲ τοῦθ' οὕτως ἔχον ἀπὸ τε τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς καὶ Μακεδονικῶν καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν· ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἱ διαφανέστεραι πράξεις παρ' Ἕλλησιν ἀνεγράφησάν τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωυσέα. κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ' Ἴναχον μνημονεύεται παρ' Ἀθηναίοις Ὤγυγος, ἐφ' οὗ κατακλυσμὸς ὁ πρῶτος· κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ' οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμη θεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ· κατὰ δὲ Κρότωπον ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ ∆ευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον ∆αναοῦ παρουσία καὶ ἡ ὑπὸ ∆αρδάνου τῆς ∆αρδανίας κτίσις ἥ τε ἐκ Φοινίκης τῆς Eὐ ρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μί νωός τε ἡ βασιλεία· κατὰ δὲ Προῖτον ὁ Eὐμόλπου πρὸς Ἀθη ναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον ἡ Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ ἡ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως καὶ ∆ιονύσου πράξεις καὶ Ὀρφέως μαθη τὴς Μουσαῖος· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν ἑάλω τὸ Ἴλιον. Oὐκοῦν πέφηνε Μωυσῆς ἀπό γε τῶν προειρημέ νων πρεσβύτερος ἡρώων πόλεων δαιμόνων. καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ' ἐπίγνωσιν τὰ ἐκείνου δόγματα. πολλῇ γὰρ οἱ κατ' αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ τὰ ὅσα παρὰ τῶν κατὰ Μωυσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσο φούντων ἔγνωσαν, παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δὲ ὅπως τὰ ὅσα μὴ συνίεσαν διά τινος ἐπιπλάστου ·ητολογίας παρακαλύπτοντες, ὡς μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι. Περὶ μὲν οὖν τῆς καθ' ἡμᾶς πολιτείας ἱστορίας τε τῆς κατὰ