δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας; ρίας τῶν ἁγίων ἀρχαίων ἀνδρῶν, μηδὲ τοῦ δεσπότου Χριστοῦ
Ἐρώτησις ρια. Eἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὡς και ρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλα στανόντων ἀλλὰ εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισις. Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων γιγνόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δημιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων· διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρματα, ἄχρηστα γίγνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνο μένων. Ὁ δὲ θεὸς οὐκ ἔμμετρον ἔχει τὴν δύναμιν· διὰ τοῦτο οὐδὲν αὐτῷ ἐστιν ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βού λεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σωμά των τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν. Oὐ γὰρ νόμῳ καὶ μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ' αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν. Ἐχρή σατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι εἰς πίστωσιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπι στοῦμεν τὴν βλάστησιν τοῦ σπέρματος, ὁρῶντες ἐν τῇ γῇ ἀπο θανόντος καὶ ἀποβεβληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕ τως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεός, ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστην, πολὺ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου ἐγεῖραι τοὺς νεκρούς. Ἐρώτησις ριβ. Eἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διὰ τί ὁ κύριος περὶ ταύτης πρὸς αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐ τοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν φήσας πρὸς αὐτούς· Oὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ και ρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ; Aὕτη δὲ ἡ ἀπό κρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν. Ἀπόκρισις. Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων κατὰ τὸ εἰρημένον· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βα στάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν. Μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ Τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταρ γεῖ, ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνισταμένων ἐκ τῶν νε κρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλὰ ἰσάγγε λοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. Τὸ οὖν Oὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξου