1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

52

ἐχόρευον ἐν τῷ Γουστείῳ, οἷον ἐν τῷ ὀψοπωλείῳ, εἰς τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον τόπον νῦν οἱ ἰδιῶται Αὐγουστεῖον καλοῦσιν. εἰς τὸ ἄσκεπον τῆς ∆άφνης εἰς τὴν μικρὰν αὐλὴν Κωνσταντῖνος ὁ Μέγας ἔστησε στήλην τῆς ἑαυτοῦ μητρός, ἐξ ἧς ὠνόμασε τὸν τόπον Αὐγουστεῖον. 4.139 Τῇ πρὸ μιᾶς Νωνῶν Ὀκτωβρίων ὁ ∆ημόκριτος τοὺς ἐρίφους ἀνίσχειν καὶ βορρᾶν πνεῖν διϊσχυρίζεται, ὁ δὲ Εὔδοξος δύεσθαι τὸ μέσον τοῦ κριοῦ λέγει. Νώναις Ὀκτωβρίαις ὁ Βάρρων ἐν ἑσπέρᾳ τὰς Πλειάδας ἀνίσχειν καὶ ζέφυρον πνεῖν, εἶτα καὶ λίβα προλέγει. 4.140 Περὶ τοῦ δουρείου ἵππου ὁ Εὐφορίων φησὶν πλοῖον γενέσθαι τοῖς Ἕλλησιν Ἵππον λεγόμενον· ἕτεροι δέ φασιν πύλην γενέσθαι οὕτω προσαγορευομένην ἐν τῇ Τροίᾳ, δι' ἧς εἰσῆλθον οἱ Ἕλληνες. 4.141 Τῇ πρὸ μιᾶς Εἰδῶν Ὀκτωβρίων ὁ Εὐκτήμων τὸ μεσαίτατον τοῦ φθινοπώρου εἶναι νομίζει. τῇ πρὸ δεκαπέντε Καλενδῶν Νοεμβρίων ἥλιος ἐν σκορπίῳ γίνεται, ὡς Κάλλιππός φησι. τῇ πρὸ δεκατεσσάρων Καλενδῶν Νοεμβρίων ὁ Μητρόδωρος τὰς ὑάδας ἐν ἑσπέρᾳ ἀνίσχειν λέγει καὶ ἄνεμον βίαιον. 4.142 Ἀσκληπιοὶ τρεῖς λέγονται γενέσθαι· πρῶτος Ἀπόλλωνος τοῦ Ἡφαίστου, ὃς ἐξεῦρε μήλην· δεύτερος Ἰσχύος τοῦ Ἐλάτου καὶ Κορωνίδος, ὃς ἐν τοῖς Κυνοσουρίδος ὁρίοις ἐτάφη· τρίτος Ἀρσίππου καὶ Ἀρσινόης τῆς Λευκίππου· οὗτος εὗρε τομὴν καὶ ὀδοντάγραν, καὶ τάφος αὐτῷ ἐν Ἀρκαδίᾳ· οἱ δὲ ἀστρονόμοι αὐτόν φασιν εἶναι τὸν ὀφιοῦχον τὸν ἐπὶ τοῦ σκορπίου ἑστῶτα. 4.143 Τῇ πρὸ μιᾶς Καλενδῶν Νοεμβρίων ὁ Βάρρων τὴν λύραν ἅμα ἡλίῳ ἀνίσχειν λέγει. 4.144 Νοέμβριος. Κίγκιος ἐν τῷ περὶ ἑορτῶν λέγει, τὸν Νοέμβριον παρὰ τοῖς παλαιοῖς Μερκηδῖνον ὀνομασθῆναι ὡσανεὶ μισθοφόρον· ἐν αὐτῷ γὰρ τοῖς κτήτορσιν οἱ μισθωτοὶ τὰς προσόδους εἰσέφερον τοῦ παρελθόντος κύκλου, ἑτέρων καρπῶν αὖθις ἐπερχομένων. Νοέμ βριος δὲ ὕστερον ὠνομάσθη ἐκ τοῦ ἀριθμοῦ· ἔννατος γὰρ ἐκ τοῦ Μαρτίου. 4.145 Ὅτι χρησμὸς ἐκ τῶν Σιβυλλείων ἐδήλου, μέχρι τότε Ῥωμαίοις φυλάττεσθαι τὴν βασιλείαν, ἄχρις ἂν τῶν ἀγαλμάτων τῆς πόλεως φροντίζωσιν· ὃς δὴ χρησμὸς καὶ πεπέρασται· τοῦ γὰρ Ἀβίτου πύματον βασιλεύσαντος τῆς Ῥώμης καὶ ἀγάλματα χωνεῦσαι τολμήσαντος, πόρρω τῆς Ἰταλίας ἡ βασιλεία. 4.146 Ὅτι Κόλχοι οἱ καὶ Λαζοὶ λεγόμενοί εἰσιν οἱ Ἀλαϊνοί. 4.147 Ὅτι Μάριος ὁ μέγας πολεμῶν Κίμβροις καὶ Τεύτοσι κατ' ὄναρ εἶδε κρατῆσαι τῶν πολεμίων, εἰ τὴν ἑαυτοῦ θυγατέρα θύσει ἀποτροπαίοις· καὶ προκρίνας τῆς φύσεως τοὺς πολίτας τοῦτο ἐποίησε καὶ τῶν πολεμίων ἐκράτησεν. Ἐρεχθεὺς δὲ ὁ τῆς Ἀττικῆς προϊστάμενος οὐκ ὀνείρῳ ἀλλὰ χρησμῷ πεισθεὶς τοῦτο ἔπραξε καὶ νενίκηκε τοὺς ἐχθρούς. ... παρθένος τῆς δαίμονος τὸ φιλάνθρωπον ..... τὴν ὀφ.... πᾶσαν κατοικίαν παρῆλθε καὶ τοῖς ............. διήγειρεν, ὡς ὁ Ῥωμαῖος Βάρρων. ὅμοια καὶ Λακεδαιμονίοις γενέσθαι λόγος ..................... Ἀριστείδης, ὃς ἐν τῇ πε.......... φησίν· ἡνίκα .... οὗτος ὁ λοιμὸς κατεῖχε Λακεδαίμονα, πολλῶν ἀπολλυμένων ἔχρησεν ὁ Πύθιος παύσεσθαι τὴν νόσον, ἐὰν κατ' ἐνιαυτὸν θεοῖς ἀποτροπαίοις ἡβῶσά τις καὶ εὐγενὴς σφαγιασθῇ παρθένος. τῆς δὲ ἀνόμου δεισιδαιμονίας κατὰ πᾶν φθινόπωρον τελουμένης συνέπεσέ ποτε λαχεῖν τὴν Ἑλένην, Τυνδάρεως δὲ τὴν θυγατέρα ἐστεφανωμένην τοῖς βωμοῖς προσήγαγε· καταρχομένου δὲ αὐτοῦ τῆς ἀνόμου θυσίας, ἀετὸς καταπτὰς ἥρπασε τοῦ βασιλέως τὸ ξίφος καὶ παρά τινα λευκὴν δάμαλιν ἀφῆκεν. οἱ δὲ δορυφόροι κατόπιν ἀκολουθήσαντες καὶ αὐτόπται γενόμενοι τοῦ συμβάντος, τὴν βοῦν πρὸς Τυνδάρεων ἤγαγον· ὁ δὲ θαυμάσας τὴν πρόνοιαν τῆς μὲν ἀνθρωποκτόνου συνηθείας ἐπαύσατο, τὴν δὲ δάμαλιν θύσας τοῦ λοιμικοῦ πάθους ἀπηλλάττετο. 4.148 Τῇ πρὸ τεσσάρων καὶ τριῶν Νωνῶν Νοεμβρίων ἐν τῷ ναῷ τῆς Ἴσιδος συμπέρασμα τῶν ἑορτῶν· ἐπετελεῖτο δὲ καὶ ὁ