καὶ μέχρι τῶν ἑκατὸν καὶ πεντήκοντα ἄνδρας ἀνεῖλον νεανικούς. ὁ δὲ βασιλεὺς τὸ τοιοῦτον σύμπτωμα γνοὺς, θᾶττον ἐξιππασάμενος, παντὶ σθένει πρὸς τὴν μάχην χωρεῖν τοῖς ἑπομένοις προὐτρέπετο· ἐπεὶ δὲ οὐκ εἶχέ τι γενναῖον ἀνύττειν (διὰ γὰρ τῆς ἐστενωμένης πυλίδος τοὺς εἰσιόντας Ταυροσκύθαι δεχόμενοι εὐπετῶς κατειργάζοντο, πλείστους κατασπαθίζοντες), τὴν μὲν πρόσω τῶν Ῥωμαίων ἀλόγιστον ὁρμὴν ἀνεχαίτισε, πῦρ δὲ τῇ αὐλῇ ἑκασταχοῦ διὰ τῶν περιβόλων ἐνιέναι προσέταξε. τῆς δὲ πυρκαϊᾶς σφοδρᾶς ἀναῤῥιπισθείσης, καὶ ἐκτεφρούσης θᾶττον τὰ ὑποκείμενα, τῶν δόμων ὑπεξελθόντες οἱ Ῥῶς, ὑπὲρ τοὺς ἑπτακισχιλίους τυγχάνοντες, ἔς τε τὸ ὕπαιθρον τῆς αὐλαίας συσπειραθέντες, ἀμύνεσθαι τοῖς ἐπιοῦσι παρεσκευάζοντο. τούτοις ὁ βασιλεὺς Βάρδαν Μάγιστρον τὸν Σκληρὸν μετὰ νεανικοῦ συντάγματος ἀντέταξεν· οὓς κυκλωσάμενος τῇ συνεπομένῃ φάλαγγι τῶν ἀλκιμωτάτων ἀνδρῶν ὁ Σκληρὸς, ἔργου εἴχετο. καὶ τῆς συμπλοκῆς γενομένης καρτερῶς οἱ Ῥῶς διεμάχοντο, μὴ δόντες νῶτα τοῖς ἐχθροῖς, Ῥωμαῖοι δὲ τῇ σφῶν ἀρετῇ καὶ τῇ τῶν πολέμων πείρᾳ κατηκόντισαν ἅπαντας, πλείστων ὅτι καὶ Μυσῶν κατὰ ταύτην πεσόντων τὴν μάχην· οἵγε συνεπήμυνον Σκύθαις, Ῥωμαίοις δυσμεναίνοντες, ὡς γεγονόσιν αἰτίοις τῆς ὡς αὐτοὺς γεγενημένης ἀφίξεως τῶν Σκυθῶν. 138 Σφέγκελος δὲ παρὰ τὸν Σφενδοσθλάβον ᾤχετο, φυγῇ μετ' ὀλίγων κλέψας τὴν σωτηρίαν· αὖθις δὲ ἀνῃρέθη, ὥσγε μοι ἤδη εἰρήσεται. ἀλλ' οὕτω μὲν ἡ Πραισθλάβα, ἐν δυσὶν ἡλίοις ἁλοῦσα, ὑπὸ Ῥωμαίοις ἐγένετο. ηʹ. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὴν στρατιὰν, ὡς τὸ εἰκὸς, φιλοφρονησάμενος, διανέπαυε, καὶ τὴν θείαν ἀνάστασιν τοῦ Σωτῆρος αὐτόθι ἑώρταζεν. ἔκ τε τῶν δορυαλώτων Ταυροσκυθῶν τινας ἀποκρίνας ὡς τὸν Σφενδοσθλάβον ἐξέπεμπε, τὴν τῆς πόλεως ἅλωσιν ἀπαγγελοῦντας αὐτῷ καὶ τὴν τῶν ἑταίρων ἀναίρεσιν, φράζειν τε, μὴ διαμέλλειν, ἀλλ' αἱρεῖσθαι τὴν ταχίστην δυοῖν θάτερον· ἢ τὰ ὅπλα καταθέσθαι καὶ τοῖς κρείττοσι πειθαρχεῖν, καὶ τῶν τετολμημένων συγγνώμην αἰτεῖν, ἀφιστάμενον ἐξαυτῆς χώρας τῆς τῶν Μυσῶν· ἢ, τοῦτο μὴ βουλομένου, ἀλλ' εἰς τὴν σύντροφον αὐθάδειαν ἀποκλίναντος, παντὶ σθένει ἐπιοῦσαν τὴν Ῥωμαϊκὴν ἀμύνεσθαι δύναμιν. ταῦτα μὲν ἀπαγγέλλειν Σφενδοσθλάβῳ παρήγγειλεν· αὐτὸς δὲ, ὀλίγων ἡμερῶν ἐνδιατρίψας τῇ πόλει, καὶ ταύτης τὰ πεπονηκότα ὀχυρωσάμενος, καὶ φρουρὰν ἀποχρῶσαν καταλιπὼν, Ἰωαννούπολίν τε ταύτην ἐπὶ τῷ ἑαυτοῦ καλέσας ὀνόματι, πανστρατὶ τὴν ἐπὶ τὸ ∆ορύστολον ἴετο. ὅπερ Κωνσταντῖνος, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος, ἐκ βάθρων ἐδείματο, καὶ εἰς ὃ νῦν ὁρᾶται κάλλος καὶ μέγεθος ἤγειρεν, ὁπηνίκα τὸ σταυρικὸν σημεῖον κατηστερισμένον ἐν οὐρανῷ θεασάμενος, Σκύθας δυσμενῶς ἀντιτεταγμένους αὐτῷ καὶ μανικῶς ὁρμῶντας κατεπολέμησε. πάρεργον δὲ τῆς ὁδοῦ τήν τε καλουμένην Πλίσκου 139 βαν καὶ ∆ίνειαν εἷλεν ὁ βασιλεὺς, καὶ συχνὰς τῶν πόλεων, αἳ τῶν Σκυθῶν ἀφηνιάσασαι Ῥωμαίοις προσέθεντο. Σφενδοσθλάβος δὲ, τὸ κατὰ τὴν Πραισθλάβαν πάθος γνοὺς, ἤσχαλλε μὲν καὶ ἤχθετο, οὐκ ἀγαθὸν οἰωνὸν τοῦ μέλλοντος τοῦτο τιθέμενος· τῇ δὲ Σκυθικῇ ἀπονοίᾳ παρακροτούμενος, καὶ ταῖς κατὰ Μυσῶν νίκαις γαυρούμενος, εὐπετῶς ᾤετο καὶ τὴν Ῥωμαϊκὴν καταγωνίσασθαι δύναμιν. θʹ. Ὁρῶν δὲ Μυσοὺς τῆς ἐκείνου μὲν ἑταιρείας ἀφηνιάζοντας, τῷ δὲ βασιλεῖ προσχωροῦντας, πολλὰ γνωσιμαχήσας, καὶ ἀνασκοπήσας, ὡς, εἰ πρὸς Ῥωμαίους οἱ Μυσοὶ ἀποκλίνειαν, οὐκ εἰς καλὸν αὑτῷ τελευτήσει τὰ πράγματα, τοὺς γένει καὶ δυναστείᾳ διαφέροντας συνειλοχὼς τῶν Μυσῶν, εἰς τριακοσίους ἀριθμουμένους, ὠμὸν καὶ ἀπάνθρωπον κατ' αὐτῶν ἐμελέτησε τόλμημα. δειροτομήσας γὰρ πάντας ἀπέκτεινε·