θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ θεός, μένει δὲ ἡ φύσις τῆς σκληρότητος καὶ εὐδοκεῖ ὁ θεὸς εἰς αὐτόν. ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται αὐτὸν ὁ θεός. ἐπειδὴ ἡ φύσις ὅλου τοῦ Ἀδὰμ τρεπτή ἐστιν, ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ μὲν τοῦ κακοῦ, ἀλλ' εἰ θέλει οὐκ ἀποτελεστική. 7.5.2 ὥσπερ σωμάτιόν ἐστι γραφόμενον διαφόρως· ἠθέλησας ἔγραψας, πάλιν ἀπήλειψαςδέχεται οὖν τὸ σωμάτιον παντοίαν γραφήν, οὕτω καὶ ὁ σκληρὸς ἔδωκε τὸ θέλημα πρὸς τὸν θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ, καὶ ὁ ἐπιεικὴς ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ ὧδε, ἵνα ὁ θεὸς 7.5.3 δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν. καὶ γὰρ οἱ ἀπόστολοι εἰς ἣν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ τινὰς ἐκ τῶν κακουμένων ἰῶντο, τινὰς δὲ οὔ. ὁμοίως δὲ καὶ ἐκ τῶν νεκρῶν τινὰς ἐζωοποίουν, τινὰς δὲ οὔ. ἤθελον δὲ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα οὐκ ἐπετρέπετο γὰρ αὐτοῖς ὅσα ἤθελον ποιεῖν. ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἠθέλησεν ἡ συνοῦσα αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον, ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ἀπόστολος καὶ ποῦ ἡ χάρις ἡ συνοῦσα; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα μὲν πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαύματα, εἴς τινα δὲ ἀσθενεῖν, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν πιστῶν καὶ τῶν ἀπίστων, καὶ ἡ προαίρεσις καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ, καὶ φανερωθῇ εἰς τὰ ἀσθενέστερα πράγματα, εἴ τινες οὐ σκανδαλίζονται. εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ τινι δυνάμει ἔφερον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὕτως ἀνῄρητο τὸ αὐτεξούσιον, καὶ οὐκέτι πίστις καὶ ἀπιστία. ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ «προσκόμματος» καὶ πέτρα «σκανδάλου». 7.5.4 Πλὴν τὸ τοῦ Ἰὼβ γεγράμμενον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς. οὐ γὰρ ἐδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ ποιῆσαί τι. ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος· "1δός μοι αὐτὸν εἰς τὰς χεῖρας, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει»."2 οὕτω καὶ νῦν ὁ αὐτὸς Ἀδάμ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς σατανᾶς. ἐν ὅσῳ οὖν τυγχάνει τις ἀντιλήψεως θεοῦ καὶ ἔστι ζῶν τῇ χάριτι καὶ πρόθυμος, ἐπαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ· "1ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνῃ δουλεύει σοι. ἄφες αὐτόν, παράδος μοι αὐτόν, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει»."2 λοιπὸν ὡς ἔτι παρακαλεῖ τὴν ψυχήν, 7.5.5 ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς. ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων μυρία κακά, ἀπελπισμόν, ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβει ἵνα χαυνώσῃ τὴν ψυχὴν καὶ ἀλλοτριώσῃ ἐκ τῆς ἐλπίδος τοῦ θεοῦ. ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει οὐκ ἀπελπίζει, ἀλλὰ λέγει πρὸς ἑαυτὴν κράτει ὃ κρατεῖς, ὅσα ἂν ἐπενέγκῃ σοι, μυρίους πειρασμούς, κράτει καὶ εἰπέ· "1ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω."2 καὶ τότε, ἐὰν ὑπομείνῃ ὁ ἄνθρωπος εἰς τέλος, ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ· "1ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκας αὐτῷ, καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ' 7.5.6 ἐμοὶ δουλεύει"2, τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκ ἔχει τι εἰπεῖν. καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ πλέον καταισχυνθῇ, οὕτω καὶ νῦν εἰς τοὺς ὑπομένοντας τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι οὐδὲν ὠφέλησεν. ἄρχεται οὖν ὁ κύριος λόγον αὐτῷ ποιεῖν· "1ἴδε παρεχώρησα, ἴδε παρέδωκά σοι αὐτόν, ἴδε ἐπέτρεψά σοι πειράσαι. τί ἐδυνήθης; μὴ ὑπήκουσέ σοι;"2 7.6.1 Ἐρώτησις. Εἰ ἄρα ὅλους τοὺς λογισμοὺς καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; Ἀπόκρισις. Εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσι ἐτῶν ὢν γνωρίζεις, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι