ἔτεσι πονηρὸν περὶ ἐμοῦ διήγημα, ἐάσατέ με μέχρι τῶν προτέρων πληγῶν, μὴ δευτέρας μοι ἐπιξάνοιτε. οὕτως ὑμᾶς ἰάσαιτο κύριος, εἴ τι δήποτε καὶ ὑμῖν ἰατρείας θεοῦ δεόμενον πρόσεστιν. Ὑμῖν μὲν οὖν ταύτας τὰς ἐλεεινὰς προσάγω φωνάς, καὶ πάντοθε συλλογισμοῖς ὑπάγομαι καὶ δεήσεσι καὶ δικαιολογίαις καὶ δυσωπήσεσι. σοὶ δέ, τῷ τοῦ κόσμου φωστῆρι καὶ ἐμῷ βασιλεῖ-οἰκειοῦμαι γάρ σε τοῖς ἀγαθοεργήμασι-τῷ μετὰ θεὸν τὸν πρῶτον ὡς ἥλιον λάμποντι, ἀντιδοίη θεὸς τῆς εἰς ἐμὲ χάριτος τὰ ἀγαθὰ Ἱερουσαλήμ, τῆς ἄνω Σιὼν τὴν βασιλείαν, τὴν γῆν τῶν πραέων, τὰς ἀκηράτους μονάς. συναπολαύσαιέν τέ σοι αἱ βασιλίδες τοῦ κράτους καὶ συναπολαύσαις αὐταῖς τούτου καὶ μετ' αὐτῶν αὖθις βασιλεύσαις τὴν θείαν βασιλείαν καὶ ἀκατάλυτον. 3 Ὑπὲρ τοῦ νομοφύλακος κατὰ τοῦ Ὀφρυδᾶ. Ἀπέκειτό μοι μετὰ τῶν ἄλλων καὶ τουτονὶ δυστυχῆσαι τὸν λόγον, ὃν ὡς οὐδὲν ἄλλο δεινὸν μετὰ πολλῆς ἀνεδεξάμην βαρύτητος. τὸ γὰρ πρὸς ἄνδρα φαῦλον καὶ τοῦ μηδενὸς ἄξιον ὑπὲρ ἀνδρὸς ἀπολογεῖσθαι ἐκ διαμέτρου πρὸς ἐκεῖνον ἀντικειμένου ταῖς ἀρεταῖς καὶ τοσαύταις κεκοσμημένου ταῖς χάρισιν, ὅσων ἐκεῖνος ἐστέρητο, πόσης οὑκ ἂν εἴη δεινοπαθείας τῷ γράφοντι αἴτιον, ᾧ τὸ κρατῆσαι ἶσον τῷ ἡττηθῆναι ἐστί, καὶ ἀμφοτέρων ἡ ἀδοξία περίεστι; Ἀριστείδῃ μὲν γὰρ ὑπὲρ τῶν τεσσάρων ἀγωνιζομένῳ πρὸς Πλάτωνα δύναμιν ὁμοῦ τῷ λόγῳ καὶ εὐθυμίαν τῷ ῥήτορι ὁ φιλόσοφος ἐνεποίει, καὶ αὐτὸς ἀκκιζόμενος, οἷα δὴ δεινὸς ῥήτωρ, οὐκ ἔχειν φησὶ πᾶσι χρήσασθαι πρὸς τοιοῦτο διαγωνιζόμενος πρόσωπον· ἐκ δὲ <τοῦ> ὑπὲρ αὐτοῦ Πλάτωνος <λόγου>, μηδὲ πρὸς Περικλέα ἢ Κίμωνα, ἀλλὰ πρός τινα λῆρον διαμαχομένῳ, οἷον ὁ τῆς ἱστορίας λόγος ὑπογράφει τὸν Κόροιβον, αὐτὸ δήπου τὸ ἀντιμαχόμενον πρόσωπον, τοῦ τε μὴ ἐρρῶσθαι τὸν λόγον, καὶ τοῦ μὴ προθυμεῖσθαι πρὸς τοῦτον, ὑπόθεσις ἀκριβὴς καὶ ἐξ ἐναντίου πρὸς Ἀριστείδην τῷ Πλάτωνι. ∆ι' ἃ μὲν οὖν μέχρι πολλοῦ δυσανασχετῶν τὸν παρόντα λόγον ἀνεδεξάμην, καὶ τὸν μέχρι τοῦ νῦν διατέτριφα χρόνον, ταῦτά ἐστιν· ἐπεὶ δὲ τοῖς πολλοῖς ἡ φλυαρία τοῦ λόγου σύνεσις ἔδοξε καὶ ἀτεχνία τοῦ γράψαντος ἁπλότης ἀληθινή τε καὶ ἀνεπιτήδευτος, κἀντεῦθεν ἡ βασκανία χώραν λαβοῦσα μετὰ συνηγόρων ἐπισυνέστη τῷ νομοφύλακι, δεινόν μοι ἄλλως ἔδοξε μὴ καὶ τῷ Πλάτωνι διὰ τὸν νέον ὡς ἀληθῶς Ἀριστείδνη βοηθῆσαι διακινδυνεύοντι, ὃς πολλοῖς τε ἄλλοις λόγοις καὶ μάλιστα τοῖς πολιτικοῖς τὴν ἡμετέραν πόλιν ἐκράτυνεν. εἰ μὲν οὖν εὐγνώμων ἅπας ἀκροατὴς ἦν, οὐδεμιᾶς ἔδει τῷ λόγῳ δυσχερείας καὶ ἀποδείξεως, ἀλλ' ἤρκει τὸν διαβαλόντα δηλώσαντι ἀπηλλάχθαι πραγμάτων. ὧν γὰρ ἡ δόξα ἀνοήτως ἐχόντων προείληπται, τούτων αὐτὸ δὴ τοὔνομα δηλωθὲν σαφὴς κατηγορία καὶ ἔλεγχος. ἐπεὶ δὲ οὐ ταῖς ὑπολήψεσι διδόασιν οἱ πολλοί, ἀλλὰ τοῖς τῆς διαβολῆς προσέχουσι ῥήμασιν, ἵνα καὶ μᾶλλον αὐτῶν τε τὴν βασκανίαν ἀβέβαιον καὶ τὸν ἡμέτερον λόγον προθυμότερον ἐργασώμεθα, μὴ τὸν Ὀφρυδᾶν δώσομεν εἶναι τὸν γράψαντα, τὸ ἀνόητον ἐκεῖνο γερόντιον, ἄλλον δέ τινα καὶ λόγου μετέχοντα καὶ τῶν πολιτικῶν ἀντεχόμενον καὶ τὸν προστησόμενον ἱκανῶς εἰδότα τῶν νόμων. ∆ιατί οὖν, ὥσπερ τῶν στρατιωτῶν οἱ δειλότεροι, τὰ νῶτα τηρῶν ἔβαλε, τὸ δὲ συμμίξαι καὶ εἰς χεῖρας ἐλθεῖν, ὡς ἄλλο τι τῶν φοβερῶν, ἀπεδίδρασκε; τοῦτο γὰρ οὔτε θαρροῦντος, καὶ βασκαίνοντος τοῖς ἐπαινουμένοις. οὕτω γὰρ τοὺς τῶν λόγων ἀγῶνας εὑρίσκομεν, ὅσοι τε ῥητορικοὶ καὶ ὅσοι φιλόσοφοι. ἐγράψατό τις ἀδικημάτων τὸν δεῖνα· ἐπηκροάσατο πρῶτον ὁ δῆμος τοῦ λέγοντος, εἶτα ὁ φεύγων ἐπ' αὐτῷ τούτῳ ἀπελογήσατο. ἠλέγχετο Πρωταγόρας, ἀλλ' ἐπὶ πολλοῖς φιλοσόφοις καὶ ἐπὶ τοῖς αὐτοῖς ὁ συνδοξάζων ἐκείνῳ ἀπελογεῖτο Θεαίτητος.