εἰς ἰδικὴν δὲ πίπτουσι συναλλάγματος κλῆσιν, εἰς πρᾶσιν, εἰς τὴν μίσθωσιν, ἢ καὶ τὴν κοινωνίαν. εἰ δ' ἴσως ἀμετάπτωτος εἰς ἰδικόν τι μείνοι, καὶ μᾶλλον εἰ προβέβηκεν ἢ δόσις ἐπὶ δόσει ἢ ἐπὶ δόσει ποίησις ἢ ἐν ποιήσει δόσις ἢ δόσις διὰ ποίησιν (τετράτροπον γὰρ τοῦτο), τίκτεται πάλιν ἀγωγὴ ἡ πραεσκρίπτις βέρβις· μὴ γὰρ εὑροῦσα εὔλογον ἡ κομβεντίων αὕτη ἐναγωγὴν ὁμώνυμον τῷ συναλλάγματί πως, τῷ γενικῷ ὀνόματι συνάλλαγμα καλεῖται καὶ δίδωσιν ἐναγωγὴν τὴν πραεσκρίπτις βέρβις. ἡ ἐν δημοστρατίωνι τὸ πρᾶγμα διηγεῖται. ἡ δ' ἀπὸ ἰντετίωνος ἰνκέρτα καλουμένη εἰς τὴν κονδεμνατίονα τὸ τέλος καταλήγει. τῶν δέ γε πάκτων πέφυκε τὰ μὲν ἐξ ἰντερβάλλο, ὅσα τοῖς συναλλάγμασι σύγχρονά πως τυγχάνει, τὰ δέ φασιν οἱ παλαιοὶ ἐξ κοντινέκτι νόμοι, ἤτοι μεταγενέστερα τῶν πρὶν συναλλαγμάτων· ταῦτα κατονομάζουσιν ἐκεῖνοι νοῦδα πάκτα, τουτέστι σύμφωνα ψιλά, ἀγωγὴν μὴ ποιοῦντα. οὐ γάρ τις μεταχρόνιος σκληρὸν ποιήσας πάκτον ἐντεῦθεν ἕξει ἀγωγὴν τὴν περὶ τοῦ συμφώνου· εἰ δέ τις περιστατικῶς ἀντεναγάγοι τούτῳ, ἐντεῦθεν παραγράφεται τὸν ἀντεναγαγόντα. σάρκα μὲν κατονόμαζε ναοὺς τοὺς δημοσίους, σάκτα δὲ προσαγόρευε τῶν πόλεων τὰ τείχη, τοὺς τάφους ῥελεγίοσσα τοὺς σεβασμίους κάλει, καὶ πούβλικα τὰ πάνδημα χρήσεως τῆς παγκοίνου, τὴν θάλασσαν, τοὺς ποταμούς, ὅρμους καὶ τοὺς λιμένας, τὰ δέ γε πουπιλάρια δημοτικὰ τυγχάνει, τὰ θέατρα καὶ στάδια καὶ βουλευτήριά τε. κινῶν δὲ ἅπας δανειστὴς τὴν ὑποθηκαρίαν κατὰ ἀνδρὸς ἐξωτικοῦ τὸ πρᾶγμα νεμομένου παραγραφῇ μὲν εἴργεται τῶν ὡρισμένων χρόνων, προσωπικὴν δ' ἐναγωγὴν ἔχει πρὸς τὸν χρεώστην. ὁ ἄνηβος εἰς ἔγκλημα εἴργεται μαρτυρίας. Κατὰ πολλοὺς δὲ λέγεται ἀδιάθετος τρόπους· ὁ γὰρ μὴ διαθέμενος καὶ ὁ μὴ κατὰ νόμους καὶ ὁ τὴν διατύπωσιν ἔχων σπαραττομένην καὶ ὅταν ἐστὶν ἄκυρος καὶ χωρὶς κληρονόμου. καὶ ὁ μὴ διαθέμενος ποιεῖ κωδίκελλόν πως, καὶ πρὸ διατυπώσεως κωδίκελλόν τις γράφει. ἀπόκληρος οὐ γράφεται, φησίν, ἐν κωδικέλλῳ, οὐδὲ κληρονομία τις φιδικομισσαρία, οὐδὲ κληρονομίαν τις ἐν κωδικέλλῳ γράφει, οὔθ' αἵρεσις προτίθεται κἂν ὅλως κληρονόμοις. τῶν δὲ ἐπερωτήσεων ταύτην τὴν γνῶσιν ἔχε· ἡ μέν ἐστι δικαστική, ὥσπερ ἡ περὶ δόλου, ἡ δέ ἐστι τοῦ πραίτωρος, ἡ δὲ μικτὴ τὴν φύσιν, ἡ δὲ ἐκ συναινέσεως τῶν μερῶν ἑκατέρων. αὐθεντικὴ ὀρφανικὴ διατύπωσις μία, κληρονομίαι δὲ διτταὶ τῆς μιᾶς διαθήκης. ἀκυρουμένης, δέσποτα, δευτέρας διαθήκης, καὶ τῆς προτέρας δι' αὐτὸ εἰκότως ῥηγνυμένης ἀδιατύπωτός ἐστιν ὁ ποιήσας τὰς δύο· ὁ κληρονόμος γὰρ γραφεὶς δευτέρᾳ διαθήκῃ ταύτην μὴ ὑπερχόμενος ἀκυροῖ παραυτίκα, τοῦτό ἐστιν ἀκύρωσις εἰκότως διαθήκης. πολλοὶ καὶ ἄλλοι τρόποι δὲ τῆς γε μὴ κυρουμένης· πολλὰ γὰρ πάθη πέφυκε τῆς διαθήκης, ἄναξ, ἀκύρωσις, ἀτέλεια, ῥῆξις, πρὸς δὲ καὶ μέμψις. ἡ μέμψις δὲ τῶν φυσικῶν μόνων τυγχάνει παίδων, ὁπόταν ἀμνημόνευτοι γένωνται τοῖς πατράσι· καὶ ἀδελφοὶ δὲ μέμφονται συγγόνων διαθήκαις, εἰ κληρονόμους γράψουσι πάντῃ κατεγνωσμένους. Τὸ «τὶς» μέρος πέφυκε τοῦ παντὸς λόγου· κοινὸν δέ γ' ἐστὶ καὶ γυναικῶν κἀρρένων· τὸ «τὶς» γὰρ εἰπὼν τὰ δύο γένη λέγει. ἄλλη μέν ἐστι τῆς ἀγωγῆς ἡ φύσις, ἄλλη δέ ἐστι τῆς παραγραφῆς πάλιν, κἂν ἐγκαλοῦντος ὃς παραγραφὴν ἔχει ἐν ταῖς δίκαις εἴληφε τάξιν καὶ τύπον. φύσει χρεωστεῖ πᾶς ἄνηβος τὸ χρέος, καὶ πᾶς δανειστὴς τῶν ἀνήβων τυγχάνων φύσει δανειστής ἐστιν, οὐχὶ τῷ νόμῳ. τὸ τῆς κλοπιμαίας δὲ δούλης παιδίον οὐκ ἔστιν αὐτῆς ἐν κλοπῇ τεχθὲν μέρος ποινὴ γὰρ οὐ πέφυκεν αὐτοῦ τοῦ τόκου. ὁ συμπλοκὴν δ', ἔχων δὲ μὴ τομὴν λόγος ἐκ τοῦ προενέγκαντος εἰς γνῶσιν πέσοι· εἰ γάρ τις οἴκων χωρίων τε δεσπότης γράψειεν οὕτως, «ληγατεύω τῷ φίλῳ οἴκους ἀγρούς» (ἄδεσμον εἰπὼν τὴν φράσιν), συμπλεκτικῶς ἔγραψεν· εἰ δ' οὕτως φράσει, «οἴκους Πέτρῳ δίδωμι ἀγροὺς (ἀδέτως), Παύλῳ δ' ὁ Πέτρος