15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
καὶ δύναται ἕκαστος, ταῦτα κοινὰ τῶν τριῶν ἐστι. διεστήκασιν οὖν ἡνωμένως, καὶ ἥνωνται διῃρημένως· ἀλλ' ᾧ μὲν διεστήκασιν, ἀριθμός ἐστι καὶ ὑπόστασις· ᾧ δὲ ἥνωνται, θεότης καὶ δύναμις καὶ μορφή, ἅπερ ἀδύνατον ἐπὶ τῆς γεννητῆς ὀφθῆναι φύσεως. Τοιοῦτον, ὦ φίλτατοι παῖδες, τὸ παρ' ἡμῖν πέφυκε μόναρχον· ἓν καὶ τρία, οὐ τὸ μὲν πρώτως, τὸ δὲ μετὰ ταῦτα, ἀλλὰ τὸ αὐτὸ ἄμφω· ἓν μὲν γάρ, ὅτι θεότης, τρία δέ, ὅτι πρόσωπα· ἃ δὴ καὶ διῄρηται οὐ τῇ φύσει (ἡ αὐτὴ γὰρ ἐν ἅπασι καὶ ὁμότιμος), ἀλλὰ μόναις ταῖς ἰδιότησιν. ὁ μὲν γάρ ἐστιν ἄναρχος καὶ ἀγέννητος, ὅτι μὴ ὑπὸ ἀρχὴν μηδ' ἕτερον ἔχει γεννήτορα, ἀλλὰ μόνον πατὴρ καὶ κυρίως, ὅτι μὴ καὶ υἱός· ὁ δὲ υἱὸς μόνως, ὅτι μὴ καὶ πατήρ, ὑπ' ἀρχὴν δὲ ἀναφερόμενος τὸν πατέρα· τὸ δὲ πνεῦμα ἐκ τοῦ πατρὸς καὶ αὐτό, οὐ γεννώμενον, ἀλλὰ προβαλλόμενον· ὁ γὰρ πατὴρ τοῦ μὲν υἱοῦ γεννήτωρ ἐστίν, τοῦ δὲ πνεύματος προβολεύς· διὰ τοῦτο οὐδὲ τοῦ υἱοῦ ἐκπεπόρευται, ἀλλὰ τοῦ πατρός, ἵνα μὴ πρώτους καὶ δευτέρους θεοὺς ποιήσωμεν, ὃ πεποιήκασιν οἱ παρ' Ἕλλησι θεολόγοι, ἵνα ὁ μὲν υἱὸς ἐκ πατρὸς γεννῷτο, τὸ δὲ πνεῦμα τοῦ υἱοῦ ἐκπορεύοιτο· ἀμφοῖν γὰρ δεσμὸς εἷς «ὁ πατήρ, πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς», ἐν ἄλλοις φησὶν ὁ πατήρ, ἑξῆς λέγων τὸ πνεῦμα καὶ τὸν υἱόν· μετὰ γὰρ τὸν πατέρα ὡς αἴτιον, πρὸς ὃν καὶ ἀνάγεται· μένουσί τε γὰρ ἐν τῷ πατρὶ ὡς ἐν αἰτίῳ, καὶ προΐασιν ὡς ἐκεῖθεν διακριθέντα καὶ ἐπιστρέφουσι· φύσει γὰρ τὸ ἀπό τινος πρὸς ἐκεῖνο ἐπεστράφθαι. εἰ μὲν γὰρ ἐν ἐκείνῳ μόνως μένει τὰ ἐξ ἐκείνου, οὐδαμοῦ διακρίσεις τῶν ὑποστάσεων· εἰ δὲ μόνως προΐασι, λέλυται ἡ ἀναφορά· ἐπιστρέψουσι δὲ πῶς, μὴ προαχθέντα ἀπὸ αἰτίου; μείζων οὖν ὁ πατὴρ τοῦ υἱοῦ καὶ οὐ μείζων· τῷ μὲν γὰρ αἰτίῳ τὸ μεῖζον ἔχει, τῇ δὲ φύσει καὶ τῇ ἐξουσίᾳ τὸ ἴσον. σοφῶς γοῦν φησι καθ' ἡμᾶς γενόμενος ὁ υἱός, ὅτι «ὁ πατήρ μου μείζων μού ἐστιν». Ἀλλ' ἐπιστρέψωμεν καὶ ἡμεῖς πρὸς τὴν οὕτως ὑποδειχθεῖσαν ἡμῖν μοναρχίαν, εἴπερ τῶν μεγίστων ἢ τοῦ μεγίστου ἢ ὑπὲρ τὸ μέγα ἐφίεσθε, τῶν μὲν μεγίστων διὰ τὰς ὑποστάσεις, τοῦ δὲ μεγίστου διὰ τὴν μίαν θεότητα. ἀλλ' οὐδ' οὕτως ἐγνώκατε τὸν θεόν, εἰ ὡς περὶ μεγίστων ἢ μεγίστου διαλέγεσθε καὶ ἐφίεσθε, γνώσεσθε δὲ ὁπηνίκα, κάτω πᾶσαν ποσότητα θέμενοι, ἐφίεσθε τούτων ἢ τούτου, οὐχ ὡς μεγίστων ἢ μεγίστου, ἀλλ' ὑπὲρ τὸ μέγα. Ὑμεῖς μὲν θαυμάζετε ὅτι τοιούτους ὑμῖν ἐξ αὐτοσχεδίου γλώττης λόγους ἀνέπνευσα, ἐγὼ δὲ καὶ λίαν ὀδύρομαι ὅτι τῆς μεγάλης ταύτης τοῦ θείου πατρὸς ἐγγύτατά μοι παρακειμένης πηγῆς οὐδ' ὅσον νοτισθῆναι μετέσχον τῆς ἐκεῖσε λιβάδος, ἀλλὰ καὶ ὑμῖν διψῶσι τοῦ νάματος οὐ μετέδωκα ὅσον εἰκὸς ἦν, ἀλλ' ὅσον ἐμοὶ ἀρύσασθαι δυνατόν. ἢν δέ μου ἀκούειν ἐθέλητε, αὐτῇ προσελθόντες τῇ θείᾳ πηγῇ, καθαρώτερον τοῦ ῥεύματος ἐμπλησθείητε. Αὐτίκα, ἵν' ἐπὶ κεφαλαίῳ περὶ πάντων λάβοιμι, Χαλδαῖοι μὲν ἑπτά φασι σωματικοὺς κόσμους, ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ' αὐτὸν αἰθερίους, ἔπειτα τρεῖς ὑλαίους, ὧν ὁ ἔσχατος χθόνιος εἴρηται καὶ μεσοφαής, ὅστις ἐστὶν ὁ ὑπὸ σελήνην τόπος, ἔχων ἐν αὐτῷ καὶ τὴν ὕλην, ἣν καλοῦσι βυθόν. Μίαν δὲ ἀρχὴν τῶν πάντων δοξάζουσι καὶ ἓν αὐτῇ ἀγαθὸν ἀπογυμνοῦσι. τοῦτο δὴ τὸ πρῶτον αἴτιον καὶ ἀφθεγκτότατον λέγουσιν· εἶτα πατρικόν τινα βυθὸν ἀναπλάττουσιν ἐκ τριῶν τριαδικῶν ποιοτήτων συγκείμενον, ἑκάστῃ δὲ τριάδι πατέρα τίθενται, δύναμιν καὶ νοῦν. μεθ' οὓς ἴυγγάς τινας παρεισάγουσιν, εἶτα συνοχεῖς, ἐμπύριον, αἰθέριον καὶ ὑλαῖον, μετὰ δὲ τοὺς συνοχεῖς τελετάρχας. μετὰ δὲ τούτους πηγαίους πατέρας ἑπτά, τοὺς καὶ κοσμαγοὺς καλουμένους, ὧν ὁ πρῶτος ὁ ἅπαξ ἐπέκεινα λεγόμενος, μεθ' ὃν ἡ Ἑκάτη, εἶτα ὁ δὶς ἐπέκεινα· μεθ' οὓς τρεῖς ἀμείλικτοι, καὶ τελευταῖος ὁ ὑπεζωκώς. Σέβονται δὲ καὶ πηγαίαν τριάδα πίστεως καὶ ἀληθείας καὶ