1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

52

κέκρυπται δὲ ἐν γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων. καὶ τοῦτο μὲν ἐκ μεταφορᾶς τῶν θηρευτῶν εἶπεν. ὥσπερ γὰρ οἱ θηρεύοντες κρύπτουσιν εἰς γῆν τοῦ δικτύου τὸ σχοινίον καὶ πόρρωθεν ἀποσκοποῦσι καθήμενοι, εἰ γέγονε περὶ τὸ δίκτυον τὸ θήραμα, εἶτα ἕλκοντες τὸ σχοινίον συλλαμβάνουσι τὴν ἄγραν ἀδοκήτως ταῖς ἄρκυσι περιπεσοῦσαν, οὕτω καὶ τὸν ἀσεβῆ ἀπροσδοκήτως καταλήψεται ἡ δυσπραγία. σημαίνει δὲ καὶ τοῦτο, ὅτι τὸ σχοινίον τοῦ ἀσεβοῦς, τουτέστιν ἡ μερὶς αὐτοῦ, κατακέχωσται. τὸ δὲ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων τοιοῦτόν ἐστιν· αἱ ἔφοδοι ἐν ταῖς ἐρήμοις γίνονται, ὁ δὲ ἀσεβής, φησίν, οὐκ ἐν ἐρήμῳ, ἀλλ' ἐν αὐταῖς μέσαις ταῖς ὁδοῖς συλλαμβάνεται, τουτέστιν· ἔτι ὢν ἐν τῇ εὐημερίᾳ τὴν αἰφνίδιον ὑπομένει μεταβολήν. 160 18, 11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι. ἀλλὰ καὶ πανταχόθεν ὀδυνηρὰ αὐτῷ συμβήσεται. 18, 11 πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. ἕτερα ἀντίγραφα οὕτως ἔχουσιν· πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ, ἀντὶ τοῦ· εἰς ἐσχάτην ἀπορίαν ἐλάσοι. κατὰ δὲ τὸ πρῶτον· πολλοί, φησίν, ἔσονται περὶ τοὺς πόδας αὐτοῦ, τουτέστιν ὑποσκελίζοντες αὐτὸν ἐν λιμῷ στενῷ, ἵνα εἴπῃ· ἐν τῇ καταλαμβανούσῃ αὐτὸν συμφορᾷ. 18, 1214 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος, ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις. κλῶνας ποδῶν τὰ βλαστήματα τῶν πορειῶν φησιν, ἵνα εἴπῃ, ὅτι ὁ ἀσεβὴς οὐκ εὐοδωθήσεται πίπτων πτῶμα ἐξαίσιον. ἀλλὰ καὶ τὰ ὡραῖα αὐτοῦ, τουτέστι τοὺς παῖδας, ἀπλήστως δαπανήσει θάνατος· καὶ ἐκ πάσης δὲ αὐτοῦ τῆς διαίτης πᾶσα ἴασις ἀποχωρισθείη, ἀντὶ τοῦ· ἀνίατα ἔσται καὶ ἀθεράπευτα τὰ αὐτῷ συμβησόμενα. δυνατὸν δὲ καὶ κλῶνας ποδῶν νοῆσαι τοὺς ἐγγόνους τυχὸν ἢ καὶ ἀπογόνους 18, 14 σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. τουτέστιν· ἀπαραίτητος τιμωρία. 18, 15 κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ. ἄλλα ἀντίγραφα ἀντὶ τοῦ ἐν νυκτὶ αὐτοῦ _ἐ_ν_ _σ_ώ_μ_α_τ_ι_ _α_ὐ_τ_ο_ῦ ἔχουσιν. κατὰ μὲν οὖν τὸ ἐν νυκτὶ αὐτοῦ ἀντὶ τοῦ· ἐν ζόφῳ 161 καὶ νυκτὶ ἀφεγγεῖ ὅλη αὐτοῦ ἔσται ἡ διαγωγή. κατὰ δὲ τό· ἐν σώματι αὐτοῦ, ἵνα εἴπῃ ὅτι· εἰσελεύσεται εἰς τόπον, ὅπου κατασκηνοῖ μετὰ τῆς ἐσχάτης πενίας μηδὲν ἕτερον ἔχων ἢ τὸ ἑαυτοῦ σῶμα. ταύτῃ δὲ τῇ ἐννοίᾳ συντρέχει καὶ Θεοδοτίων οὕτως εἰρηκώς· _κ_α_τασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἀνυπαρξία. 18, 15 κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ ἐν θείῳ. ὅμοιον εἶπε καὶ ὁ ∆αυὶδ περὶ τῶν ἁμαρτωλῶν· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. καὶ ὁ μὲν θεὸς ἐπὶ τὴν Σοδομῖτιν θεῖον καὶ πῦρ ἐπαφεὶς ἐτέφρωσεν αὐτῶν τὴν γῆν. θέλει δὲ εἰπεῖν, ὅτι καὶ ἄκαρπα ἔσται πάντα τὰ κατ' αὐτοὺς ὡς ὑπὸ θείου κατασπαρέντα. 18, 16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται. κατὰ μεταφορὰν τῶν φυτῶν τῶν ῥιζωθέντων ξηραινομένων. 18, 16 καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. εἰ δὲ καί τις ὑπόνοια βλαστήσεως γένηται, ταχέως ἐκκοπήσεται {τὸ μνημόσυνον αὐτοῦ}. 18, 17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς, καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον {τοῦ} ἐξωτέρω. ἀλλὰ καὶ οἱ παῖδες, φησίν, ἀπολοῦνται τοῦ ἀσεβοῦς, οἳ δὴ μνημόσυνόν εἰσι τῶν γεννησάντων. τὸ δὲ ὄνομα αὐτοῦ οὕτως ἔσται σκαιὸν καὶ ἀποτρόπαιον, ὡς ἕκα 162 στον ἀκούοντα τῆς προσηγορίας στρέφειν ἐξωτέρω τοῦ λέγοντος τὸ ἑαυτοῦ πρόσωπον μυσαττόμενον αὐτοῦ καὶ αὐτὴν τὴν ὀνομασίαν. 18, 1819 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ταῦτα πάντα συμβέβηκε τῷ Ἰὼβ δίχα τῆς βασιλικῆς ἀνάγκης· ταύτην δὲ ἴσως εἶπεν ὁ Βαλδάδ, ἵνα μὴ δόξῃ δι' αὐτὸν λέγειν. 18, 21 ἐπ' αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα. οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον. πρώτους λέγει τοὺς ἐπὶ τῆς αὐτοῦ γενεᾶς, ἐσχάτους δὲ τοὺς μετ' αὐτόν. θαυμάσουσιν οὖν, φησίν, καὶ οἱ ὁρῶντες τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ οἱ τὰ κατ' αὐτοὺς ὕστερον ἀκοῇ παραδεχόμενοι στενάξουσιν. τὸ δὲ οὗτοί εἰσιν οἶκοι ἀδίκων ἀντὶ τοῦ· ταῦτα κληρονομήσουσιν οἱ