καλῶς ᾠκονόμησαν χρή ματα ἕτερα δὲ ἀπολωλέκασι, καὶ ἡνίκα ἂν διδῶσι τὸν λόγον συναί ροντος αὐτὸν τοῦ δεσπότου μετ' αὐ τῶν, συνάγεται μὲν πόσον ἐζημιώθη ἕκαστος ἀριθμεῖται δὲ καὶ πόσον κέρδος προσήγαγε, καὶ κατὰ τὴν ἀξίαν τοῦ πῶς ᾠκονόμησεν ἤτοι τιμᾶται ἢ ἐκπράσσεται ἢ ἐπὶ τινῶν μὲν συγχωρεῖται ἐπὶ τινῶν δ' ἀφαι ρεῖται. φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπότου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ' ἐλάττονα λαμβάνει. κατὰ γὰρ τὴν ἑκάστου δύναμιν ᾧ μὲν δίδονται «πέντε τάλαντα», ὡς δυναμένῳ διοι κεῖν τὰ τοσαῦτα, ἄλλῳ «δὲ δύο», ὡς μὴ χωροῦντι τὰ τοῦ πρὸ αὐτοῦ, ἄλλῳ «δὲ ἕν», ὡς καὶ τοῦ ἑτέρου ὑποδεεστέρῳ. πότερον δὲ αὗται μόναι αἱ διαφο ραί εἰσιν, ἢ αὗται μὲν περί τινων ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου λέγονται, εἰσὶ δὲ καὶ ἄλλαι παρὰ ταύτας; καὶ ἐπ' ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφειλέται δύο, ὁ μὲν πεντακοσίων ὁ δὲ πεντήκοντα δη ναρίων, ἤτοι ταῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάτ τους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ *** ὅτι μὲν εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν. εὑρίσκονται καὶ ἄλλοι δέκα δοῦλοι πιστευόμενοι μνᾶς ἕκαστος ἀνὰ μίαν. καὶ εἴ τις δὴ κατανοήσαι τὸ ποι κίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐ φυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσαι πῶς ἑκάστη ψυχὴ ἐλήλυθε μετά τινων τοῦ οἰκοδεσπότου νομισμά των <εἰς τὸν κόσμον τοῦτον>, ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως, τῆς πρὸς τὰ δέοντα, ἢ ἐπιμελείας μὲν καὶ ἀσκήσεως, τῆς πρὸς ἄλλα δὲ ἤτοι χρήσιμα (ὁποῖά ἐστι τὰ ἐπιτηδεύματα), ἢ πῆ μὲν χρήσιμα πῆ δὲ οὐ χρήσιμα (ὁποῖά ἐστι τὰ μήτε πάντη ἀληθῆ δόγματα μήτε δι' ὅλων ψευδῆ). 14.8 Ζητήσεις δὲ ἐν τούτοις, πότερον πάντες δύνανται ἄνθρωποι δοῦλοι τούτου λέγεσθαι τοῦ βασι λέως, ἢ τινὲς μὲν δοῦλοι, «οὓς προ έγνω καὶ προώρισεν», ἕτεροι δὲ <οὐ δοῦλοι ἀλλ'> οἱ τοῖς δούλοις συμπραγ ματευόμενοι λεγόμενοι τραπεζῖται. καὶ οὕτω δὲ ζητήσεις, εἰ ἔξω τῶν δούλων εἰσὶν ἀφ' ὧν μετὰ τόκων ἐκπράττειν ἐπαγγέλλεται ὁ οἰκοδεσ πότης, οὐ μόνον ἀλλότριοι τῆς θεοσε βείας, ἀλλὰ καί τινες τῶν πιστευ όντων. δοῦλοι δὲ μόνοι οἱ τοῦ λόγου οἰκονόμοι ***. συναίρων δὲ λόγον μετὰ τῶν δούλων ὁ βασιλεὺς ἀπαιτεῖ καὶ τοὺς ἀπὸ τῶν δούλων δεδανεισμένους, εἴτε «ἑκατὸν κόρους σίτου», εἴτε «ἑκατὸν βάδους ἐλαίου», εἴτε ὅ τι δήποτε εἰληφότας τοὺς ἔξω τῆς τοῦ βασιλέως οἰκετίας· οὐ γὰρ σύνδουλος «τοῦ οἰκονόμου τῆς ἀδικίας» εὑρίσκεται κατὰ τὴν παρα βολὴν ὁ τοὺς ἑκατὸν ὀφείλων τοῦ σίτου κόρους καὶ τοὺς ἑκατὸν τοῦ ἐλαίου βάδους, ὡς δῆλον ἐκ τοῦ «πόσον ὀφείλεις τῷ κυρίῳ μου;» <καὶ οὐκ εἶπε· «τῷ κυρίῳ» ἡμῶν>. νόει δέ μοι ἑκάστην πρᾶξιν ἐοικέναι ἀγαθὴν μὲν ἢ καθή κουσαν κέρδει καὶ ἐπιγεννήματι, μοχθηρὰν δὲ ζημίᾳ· καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντί μησίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ' ἡμῖν ἐκ τῶν οὐκ ἐφ' ἡμῖν) <καὶ> λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρ τημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου. ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρη μένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε «τοὺς πάντας ἡμᾶς πα ραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή ματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦ λον»· καὶ τότε, συναιρομένου λόγου, ἀχθήσεται εἰς τὸν συναιρόμενον λόγον καὶ «πᾶν ῥῆμα ἀργὸν ὃ