πλήθη τὰ μὲν πολέμῳ τὰ δὲ λόγῳ παραλαβὼν ὑπέστρεψεν, ἀφ' ὧν ἐπιλεξάμενος καὶ στρατεύσας χιλιάδας τριάκοντα λαὸν περιούσιον τούτους ἐπωνόμασεν· οὓς δὴ καθοπλίσας καὶ ἰδιοποιησάμενος, καὶ τῇ τούτων συμμαχίᾳ πεποιθώς, λύει τὴν μεταξὺ Ῥωμαίων καὶ Ἀγαρηνῶν εἰρήνην ἐξ ἀνοίας, καὶ λαβὼν τὸν περιούσιον ἢ μᾶλλον ἀνόσιον εἰπεῖν λαὸν καὶ τὰ λοιπὰ στρατεύματα πρὸς τὴν Σεβαστούπολιν ἀπῆρεν· ἐν ᾗ καὶ οἱ Ἀγαρηνοὶ παραγενόμενοι, καὶ προμαρτυρούμενοι αὐτῷ τὰ μεθ' ὅρκων συμφωνηθέντα μὴ διαστρέψαι, ἐπείτοι γε κριτὴς ὁ θεὸς καὶ ἔκδικος γενήσεται, οὐ κατεδέξατο τὰ τῆς εἰρήνης ὁ βασιλεύς, ἀλλὰ πρὸς πόλεμον παρετάσσετο. καὶ δὴ παραυτίκα ἁπλώσαντες οἱ Ἀγαρηνοὶ τὸν τῆς εἰρήνης ἔγγραφον χάρτην, καὶ ἐπὶ δόρατος ἀναρτήσαντες, ὥρμησαν κατὰ Ῥωμαίων. καὶ συμβολῆς γενομένης ηὐτομόλησαν ἐκ τῶν Σκλάβων πρὸς τοὺς Ἀγαρηνοὺς χιλιάδες εἴκοσι, καὶ οὕτως τῶν Ῥωμαίων δεινῶς τραπέντων καὶ ἀναριθμήτων σφαγέντων ἡ δικαιοκρισία καὶ νίκη πρὸς τοὺς ἐναντίους ἐχώρησε, διδάσκουσα μὴ παραβαίνειν θεῖον ὅρκον πώποτε, κἂν πρὸς τοὺς ἐναντίους καὶ ἀπίστους γένηται. πεφευγὼς δὲ ὁ βασιλεύς, καὶ φθάσας ἐν τῲ παρὰ θάλασσαν τόπῳ τοῦ Λευκάτου μετ' αἰσχύνης πολλῆς καὶ ἥττης, ἀνεῖλε τὰς περιλειφθείσας δέκα χιλιάδας τῶν Σκλάβων, καὶ ἔκτοτε πλείω θρασυνθέντες οἱ 164 Ἀγαρηνοὶ σφοδρότερον ἐληΐζοντο τὴν Ῥωμανίαν, ἔχοντες εἰς βοήθειαν καὶ τοὺς πρόσφυγας Σκλάβους. τοῦ δὲ βασιλέως εἰσελθόντος εἰς τὴν πόλιν γέγονεν ἡλιακὴ ἔκλειψις, ὥστε καὶ τοὺς ἀστέρας φανῆναι. Ἰουστινιανὸς δὲ τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο, τὸν Ἰουστινιανοῦ λεγόμενον τρίκλινον κτίσας καὶ ποικίλοις κοσμήσας μαρμάροις, καὶ τὰ πέριξ τοῦ παλατίου, ἔχων Στέφανον σακελλάριον αὐτοῦ καὶ πρωτευνοῦχον, αἱμοβόρον ὄντα καὶ ἀπηνῆ, αἰκίζοντα ἀνηλεῶς τοὺς ἐργολάβους, καὶ τοσοῦτον ἀπηνῆ ὡς καὶ τὴν μητέρα τοῦ βασιλέως τυπτῆσαι· ὃς καὶ εἰς τὸ πολιτικὸν πλεῖστα κακὰ ἐνδεικνύμενος, καὶ ἐκ τῶν οἰκητόρων τῆς πόλεως ἀπαιτήσεις καὶ ἐκταγὰς ἀπροφασίστους ποιούμενος, μισητὸν τὸν βασιλέα τῇ πόλει πεποίηκεν. Ὁ δέ γε βασιλεὺς βουλόμενος κτίσαι τῷ δήμῳ βάθρα καὶ στάσιν, ἀπῄτει Καλλίνικον τὸν πατριάρχην εὐχὴν ποιῆσαι τοῦ καταλυθῆναι τὴν ἐκκλησίαν τῆς ὑπεραγίας θεοτόκου τὴν οὖσαν πλησίον τοῦ παλατίου, βουλόμενος στῆσαι φιάλην καὶ βάθραν κτίσαι τῷ δήμῳ πρὸς τὸ ἐκεῖσε γίνεσθαι τὸ λεγόμενον σαξιμοδέξιον. ὁ δὲ πατριάρχης ἔλεγεν ὅτι εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει οὐ παρελάβομεν. βιασθεὶς δὲ καὶ ἀπαιτούμενος τὴν εὐχὴν ἔφη "δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων," καὶ παρευθὺ κατέλυσαν τὴν ἐκκλησίαν. 165 Λεόντιος δὲ ὁ πατρίκιος ἐν ὑπολήψει ὢν τῆς βασιλείας, καὶ διὰ τοῦτο ἐναπόκλειστος γεγονὼς ἐπὶ ἔτη δύο, τότε δὲ ἐκπεμφθεὶς παρὰ Ἰουστινιανοῦ στρατηγὸς εἰς Ἑλλάδα, καὶ φίλῳ αὐτοῦ Παύλῳ μοναχῷ καὶ ἀστρονόμῳ ἐντυχών, ὃς καὶ προεῖπεν αὐτῷ τῆς βασιλείας κρατῆσαι, πρὸς αὐτόν τε καὶ τοὺς λοιποὺς φίλους αὐτοῦ ἰδιαζόντως ἔφη "ἰδοὺ ὄπισθέ μου ἀποστέλλει ὁ βασιλεὺς καὶ αἴρει τὴν κεφαλήν μου, καὶ ψευδῆ μοί εἰσιν ἅ μοι ἐπηγγείλασθε περὶ βασιλείας." οἱ δὲ εἶπον "αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως καὶ ἄρτι πληροῦται." καὶ λαβὼν αὐτοὺς ἦλθε καὶ ἔκλασε τὰς δημοσίας φυλακάς, συλλαβόμενος ὄχλον πολὺν μετ' αὐτοῦ. ἐξελθὼν δὲ εἰς τὸν φόρον ἐκήρυξαν παντὶ τῷ λαῷ βοῶντες "ὅσοι Χριστιανοί, εἰς τὴν ἁγίαν Σοφίαν· καὶ ἐπισυναχθὲν πλῆθος ἔκραζον "ἀνασκαφείη τὰ ὀστᾶ Ἰουστινιανοῦ." ἐξελθὼν δὲ Λεόντιος εἰς τὸ ἱπποδρόμιον ἀναγορεύεται βασιλεύς, καὶ ἡμέρας γενομένης ἐξαγαγὼν Ἰουστινιανὸν εἰς τὸ ἱππικὸν καὶ ῥινότμητον ποιήσας ἐν τῇ σφενδόνῃ ἐξώρισεν εἰς Χερσῶνα. ὁ δὲ ὄχλος συλλαβόμενος Στέφανον σακελλάριον τὸν εὐνοῦχον καὶ Θεόδοτον γενικόν, σχοίνοις τε ἐκ ποδῶν δήσαντες ἔσυραν διὰ τῆς μέσης, καὶ εἰς τὸν βοῦν ἀγαγόντες ἔκαυσαν. Λεόντιος. Λεόντιος ἐβασίλευσεν ἔτη τρία· ἐφ' οὗ οἱ Ἄραβες τὴν 166 Ἀφρικὴν ἐκστρατεύσαντες παρέλαβον. ὁ δὲ Λεόντιος ταῦτα μαθὼν ἀποστέλλει τὸν