1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

52

Σπεύσιππος ἢ Ξενοκράτης; τίνα Ἀναξίμανδρος ἢ Ἀναξιμένης; τίνα Ἀρκεσίλαος ἢ Φιλόλαος; τίνες τῆς Στωϊκῆς αἱρέσεως προστατεύου σιν; τίνες τοῦ Σταγειρίτου τὴν διδασκαλίαν κρατύνουσιν; τίνες κατὰ τοὺς Πλάτωνος πολιτεύονται νόμους; τίνες τὴν ὑπ' ἐκείνου 5.66 ξυγγραφεῖσαν πολιτείαν ἠσπάσαντο; Ἀλλὰ τούτων μὲν τῶν δογμάτων οὐδένα διδάσκαλον ἡμῖν ἐπιδεῖξαι δυνήσεσθε, ἡμεῖς δὲ τῶν ἀποστολικῶν καὶ προφητικῶν δογμάτων τὸ κράτος ἐναργῶς ἐπιδείκνυμεν· πᾶσα γὰρ ἡ ὑφήλιος τῶνδε τῶν λόγων ἀνάπλεως. Καὶ ἡ Ἑβραίων φωνὴ οὐ μόνον εἰς τὴν Ἑλλήνων μετεβλήθη,ἀλλὰ καὶ εἰς τὴν Ῥωμαίων καὶ Αἰγυπτίων καὶ Περσῶν καὶ Ἰνδῶν καὶ Ἀρμενίων καὶ Σκυθῶν καὶ Σαυροματῶν καὶ ξυλλήβδην εἰπεῖν εἰς ἁπάσας τὰς γλώττας, αἷς ἅπαντα τὰ ἔθνη 5.67 κεχρημένα διατελεῖ. Καὶ ὁ μὲν σοφώτατος Πλάτων, περὶ τῆς ἀθανασίας τῆς ψυχῆς παμπόλλους λόγους διεξελθών, οὐδ' Ἀρι στοτέλην τὸν φοιτητὴν ἔπεισε τόνδε στέρξαι τὸν ὅρον· οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ τελῶναι καὶ ὁ σκυτοτόμος καὶ Ἕλληνας ἔπεισαν καὶ Ῥωμαίους καὶ Αἰγυπτίους καὶ ἁπαξαπλῶς ἅπαν ἔθνος ἀνθρώπων, ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ λόγῳ τετιμημένη καὶ κρατεῖν τῶν παθῶν δυναμένη καὶ ὀλιγωροῦσα, οὐ βιαζομένη, παραβαίνει τοὺς νόμους· καὶ αὖ πάλιν πρὸς τὸ βέλτιον νεύουσα, τῆς προτέρας ἀπαλλάττεται κακίας καὶ τοὺς θείους πάλιν ἀνα 5.68 μάττεται χαρακτῆρας. Καὶ ἔστιν ἰδεῖν ταῦτα εἰδότας τὰ δόγματα οὐ μόνους γε τῆς ἐκκλησίας τοὺς διδασκάλους, ἀλλὰ καὶ σκυτο τόμους καὶ χαλκοτύπους καὶ ταλασιουργοὺς καὶ τοὺς ἄλλους ἀποχειροβιώτους· καὶ γυναῖκας ὡσαύτως οὐ μόνον τὰς λόγων μετεσχηκυίας, ἀλλὰ καὶ χερνήτιδας καὶ ἀκεστρίας, καὶ μέντοι καὶ θεραπαίνας· καὶ οὐ μόνον ἀστοί, ἀλλὰ καὶ χωριτικοὶ τήνδε τὴν γνῶσιν ἐσχήκασι· καὶ ἔστιν εὑρεῖν καὶ σκαπανέας καὶ βοηλά τας καὶ φυτουργοὺς καὶ περὶ τῆς θείας διαλεγομένους Τριάδος καὶ περὶ τῆς τῶν ὅλων δημιουργίας καὶ τὴν ἀνθρωπείαν φύσιν 5.69 εἰδότας Ἀριστοτέλους πολλῷ μᾶλλον καὶ Πλάτωνος, καὶ μέντοι καὶ ἀρετῆς ἐπιμελουμένους καὶ κακίαν ἐκκλίνοντας καὶ τὰ κολα στήρια δεδιότας τὰ προσδοκώμενα καὶ τὸ θεῖον δικαστήριον ἀνεν δοιάστως προσμένοντας καὶ τῆς αἰωνίου πέρι καὶ ἀνωλέθρου φιλοσοφοῦντας ζωῆς καὶ τῆς τῶν οὐρανῶν ἕνεκα βασιλείας πάντα πόνον ἀσπαστῶς αἱρουμένους, καὶ ταῦτα οὐ παρ' ἄλλου του μεμαθηκότας, ἀλλὰ παρ' ἐκείνων, οὓς ὑμεῖς βαρβαροφώνους ἀποκαλεῖτε· καὶ οὐδὲ Ἀναχάρσιδος ἐπαΐετε λέγοντος· "Ἐμοὶ 5.70 πάντες Ἕλληνες σκυθίζουσιν." Τοῦτο γὰρ ἀτεχνῶς ἔοικε τοῖς εἰρημένοις ὑπὸ τοῦ σκυτοτόμου τοῦ ἡμετέρου· "Ἐὰν γὰρ μὴ γνῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντί μοι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος." Τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλ λησιν Ἰλλυριοὶ καὶ Παίονες καὶ Ταυλάντιοι καὶ Ἀτιντᾶνες βαρβαρίζειν δοκοῦσιν, οὕτως αὖ ἐκείνοις καὶ τοῖς ἄλλοις, ὅσοι τῆς Ἑλλάδος φωνῆς ἐπαΐειν οὐ δύνανται, ἡ Ἀτθὶς καὶ ∆ωρὶς 5.71 καὶ Αἰολὶς καὶ Ἰὰς βάρβαροι εἶναι δοκοῦσιν. Ὅτι γὰρ τὴν αὐτὴν ἔχει πᾶσα γλῶττα διάνοιαν-μία γὰρ δὴ πάντων ἀνθρώ πων ἡ φύσις-ἡ πεῖρα διδάσκαλος. Ἔστι γὰρ εὑρεῖν καὶ παρὰ τοῖς βαρβάροις καὶ τέχνας καὶ ἐπιστήμας καὶ τὰς ἐν πολέμοις ἀνδραγαθίας· ἔνιοι δὲ τούτων καὶ σοφώτερα Ἑλλήνων πολλάκις ἐξευρίσκουσι μηχανήματα καὶ λόχους ἀμείνους καὶ πανουργοτέ 5.72 ρας ἐνέδρας. Εἰσὶ δὲ οἳ καὶ τὴν Ἑλλήνων εὐέπειαν βραχυλογίᾳ νικῶσιν. Τοῦτο γὰρ δὴ καὶ Πέρσαις μαρτυροῦσι καὶ οἱ παλαιοὶ ξυγγραφεῖς, καὶ εἴ τις νῦν πρεσβεύων ἢ στρατηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν αὐτοῖς ξυνεγένετο. Φασὶ γὰρ αὐτοὺς ὀξέως φωρᾶν τὰς τῶν λόγων κλοπὰς καὶ ὀλίγα φθεγγομένους τοὺς προσδιαλε γομένους νικᾶν, καὶ ξυλλογιστικοὺς ἄγαν εἶναι καὶ διαλύειν ἱκανοὺς τὰ παρ' ἑτέρων πλεκόμενα καὶ παροιμίαις σοφωτάταις καὶ αἰνίγμασι κεχρῆσθαι, οὐκ ἐπειδὴ τοὺς Χρυσίππου καὶ Ἀρι στοτέλους ἀνέγνωσαν λαβυρίνθους, οὐδὲ ὅτι Σωκράτης αὐτοὺς καὶ Πλάτων τόδε τὸ εἶδος ἐπαιδευσάτην· οὔτε γὰρ ῥητορικοῖς οὔτε φιλοσόφοις ἐνετράφησαν λόγοις, ἀλλὰ μόνην ἔσχον τὴν φύσιν 5.73 διδάσκαλον. Τοὺς δέ γε Ἰνδοὺς καὶ τούτων πολλῷ σοφωτέρους εἶναί