52
ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." Ἐκεῖνο δὲ τὸ ἐμφύσημα, οὐ μέρος τι τῆς θείας οὐ σίας φαμὲν, κατὰ τὴν Κέρδωνος καὶ Μαρκίωνος λύτταν· ἀλλὰ τῆς ψυχῆς τὴν φύσιν διὰ τούτου ση μαίνεσθαι λέγομεν, ὅτι πνεῦμά ἐστιν ἡ ψυχὴ, λογι κόν τε καὶ νοερόν. Κἀν τοῖς νόμοις δὲ πάλιν ὁ αὐτὸς προφήτης σαφέστερον ἡμᾶς ἐδίδαξεν, ὡς πρό τερον τὸ σῶμα διαμορφοῦται, εἶθ' οὕτως ἐμφύεται ἡ ψυχή. Περὶ γὰρ τοῦ τὴν ἐγκύμονα τετυπτηκότος ἔφη· "Ἐὰν ἐξέλθῃ ἐξεικονισμένον τὸ ἔμβρυον, ἀποτίσει ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόν 83.484 τος," καὶ τὰ ἑξῆς. Ἐὰν δὲ μὴ ἐξέλθῃ ἐξεικονισμέ νον, ἐπιζήμιον ἔσται· ταύτῃ διδάσκων, ὡς τὸ μὲν διαμεμορφωμένον ἔμψυχον, τὸ δὲ μὴ μορφωθὲν ἄψυχον. Καὶ ὁ πανεύφημος δὲ Ἰὼβ οὕτως ἔφη πρὸς τὸν Κύριον· "Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχὶ ὡς γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; ∆έρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με." Καὶ δείξας διὰ τούτων προτέραν τοῦ σώματος τὴν διάπλασιν, οὕτως τὴν περὶ τῆς ψυχώσεως προσ τέθεικεν ὑμνῳδίαν· "Ζωὴν γὰρ, φησὶ, καὶ ἔλεον ἔθου παρ' ἐμοί." Μέμνηται δὲ καὶ τῆς μετὰ ταῦτα κηδεμονίας· "Ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα." Εἶτα κηρύττει τὸ τοῦ Θεοῦ παντοδύναμον. "Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Τοῖς δὲ τοῦ χρόνου πρε σβείοις τὸ σῶμα τετίμηκεν ὁ Θεὸς, τὴν ἰσότητα πρυτανεύων. Ἐπειδὴ γὰρ ἀθάνατον ἐποίησε τὴν ψυχὴν, τὸ δὲ σῶμα θνητὸν, ἀπένειμε τῷ σώματι τὰ τοῦ χρόνου προνόμια, ἵνα ἡ ψυχὴ μὴ μεγαλαυχῇ κατὰ τούτου, καὶ κατὰ τὴν φύσιν, καὶ κατὰ τὸν χρόνον πλεονεκτοῦσα. Ιʹ. - Περὶ Προνοίας. Ταύτην ἡ Ἐκκλησία περὶ ψυχῆς καὶ σώματος παρὰ τῶν θείων λογίων ἐδιδάχθη τὴν δόξαν. Οὐ μό νον δὲ δημιουργὸν οἶδε τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ καὶ κηδεμόνα καὶ πρύτανιν, καὶ κυβερνήτην τῶν ὅλων. Τῶν γὰρ ἄγαν ἀτοπωτάτων, πεποιηκέναι μὲν αὐτὸν τὰ σύμπαντα λέγειν, οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ μό νην φιλανθρωπίαν, ἀμελεῖν δὲ ὧν ἐποίησε, καὶ πε ριορᾷν τὴν κτίσιν οἷόν τι σκάφος ἀνερμάτιστόν τε καὶ ἀκυβέρνητον ὑπὸ τῶν ἐναντίων ἀνέμων τῇδε κἀκεῖσε πεμπόμενον, καὶ σκοπέλοις καὶ ῥάχεσι προσρηγνύμενον. Μυσαττόμεθα γὰρ τῶν περὶ ∆ιαγόραν τὸ ἄθεον· βδελυττόμεθα δὲ καὶ τὸν Ἐπίκουρον, εἶναι μὲν Θεὸν συγχωροῦντα, τοῦτον δὲ ἐπεστράφθαι πρὸς ἑαυτὸν λέγοντα, καὶ μηδενὸς τῶν ἐν τῇ κτίσει γινομένων αἰσθάνεσθαι. Καὶ τῆς Ἀριστοτέλους δὲ προνοίας κατηγοροῦμεν· ὅρον γὰρ αὐτῇ τέθεικε τὴν σελήνην, δυοῖν θάτερον, ἢ ἀδυνα μίαν αὐτῆς, ἢ ὄκνον κατηγορῶν· ἢ γὰρ οὐκ ἔχει δύναμιν πρὸς τὴν τῶν ὅλων ἐπιμέλειαν ἐξαρκοῦσαν, ἢ δυναμένη, ὀκνοῦσα δὲ τὰ καθ' ἡμᾶς ἀκυβέρνητα καταλέλοιπεν. Ἀλλ' ἑκάτερον βλασφημίας μεστόν. Ὁ γὰρ καὶ τὰ σμικρότατα τῆς κτίσεως μόρια δη μιουργῆσαι θελήσας, πῶς ἂν ἀδύνατος κληθείη; Πῶς δ' ἂν ἀμελήσοι δι' ὄκνον τούτων, ἃ πεποίηκε διὰ τὴν τῆς ἀγαθότητος ἄβυσσον; Ἀλλ' ἱκανῶς τὴν τούτων ἄνοιαν διελέγχει ἡ Πλάτωνος πρόνοια. Πάντων γὰρ ἔφησεν ἐκεῖνος, καὶ μὲν δὴ καὶ οἱ τὰ ἐκείνου φρο νοῦντες, προμηθεῖσθαι τὸν τῶν ὅλων Θεόν. Θεοῦ δὲ προμηθουμένου, τῆς εἱμαρμένης ὁ μῦθος μετὰ τῶν μοιρῶν καὶ τῶν νημάτων ἐλήλαται. Ἀνοίας γὰρ ἐσχάτης, τοῦ Θεοῦ κυβερνῶντος, ἕτερον τῷ σκάφει τῆς οἰκουμένης ἐπεισαγαγεῖν κυβερνήτην. Χρὴ δὲ διαιρεθῆναι τῷ λόγῳ, τίνα μὲν τῶν τῆς Προνοίας πηδαλίων ἐξήρτηται, τίνα δὲ τῷ τῆς ψυχῆς ἀπονενέ μηται λογικῷ, καὶ τίνα μὲν φυσικὰ, τίνα δὲ ὁμωνύ 83.485 μως καλεῖται, οὐκ ὄντα μὲν, νομιζόμενα δὲ εἶναι κακά. Τῶν ἀνθρωπίνων τοίνυν πραγμάτων, φύσει μὲν ἀγαθὰ, φρόνησις, καὶ σωφροσύνη, καὶ δικαιο σύνη, καὶ ἀνδρεία, καὶ τὰ ἄλλα μόρια τῆς ἀρετῆς· κακὰ δὲ, ἀφροσύνη, καὶ ἀκολασία, καὶ ἀδικία, καὶ δειλία, καὶ τὰ ἄλλα, ὅσα τούτοις προσόμοια. Πλοῦτος δὲ, καὶ πενία, καὶ δουλεία, καὶ δεσποτεία, καὶ ὑγεία, καὶ νόσος, καὶ αἱ ἄλλαι τοῦ ἀνθρωπίνου