52
προσεληλυθότας, ὡς οὐ μόνον ἀνέστη τοῦ θανάτου καταλύσας τὸ κράτος ὁ ∆εσπότης Χριστὸς, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν. Ἐπειδὴ γὰρ ὁ πρῶτος καὶ εἰκοστὸς ψαλμὸς τὰ τῶν σωτηρίων παθημάτων εἶχε θεσπίσματα, καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν προφητείαν, εἰκότως πάλιν ἐνταῦθα τῶν ἐθνῶν μνημονεύσας, καὶ τὴν τούτων ἐπίγνωσιν χρησμῳδήσας, καὶ τὴν ∆εσποτικὴν ἀνάληψιν προ 80.1033 διαγράφει, καὶ δείκνυσιν ἡμῖν ἀγγέλων χοροὺς, τοὺς μὲν ἡγουμένους τοῦ ∆εσπότου Χριστοῦ, τοὺς δὲ ἄνωθεν πυνθανομένους, καὶ μαθεῖν ἐφιεμένους τί τὸ παράδοξον θέαμα. ζʹ-ιʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· καὶ εἰσελεύσεται ὁ βασι λεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνα τὸς ἐν πολέμῳ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασι λεὺς τῆς δόξης." Καί μοι θαυμαζέτω μηδεὶς ἄγνοιαν ἀκούων τῶν ἀοράτων δυνάμεων· οὔτε γὰρ προΐσασιν, οὔτε ἴσασιν ἄπαντα· μόνη δὲ ἡ θεία φύ σις ταύτην ἔχει τὴν γνῶσιν. Ἄγγελοι δὲ καὶ ἀρχάγγελοι, καὶ αἱ ἄλλαι τῶν ἀοράτων δυνάμεων συμμορίαι, τοσαῦτα ἴσασιν, ὅσα διδάσκονται· οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος περὶ αὐτῶν διαλεγό μενος ἔφη, ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς, καὶ ταῖς Ἐξουσίαις, ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ δὲ καὶ διὰ τῶν κατὰ τὴν Ἐκκλησίαν τὴν θείαν σοφίαν κατέμαθον ἀκριβέστερον, οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὰς ἄνω δυνά μεις [καὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ τὸ μυστή ριον] φύσιν ἀνθρωπίνην ὁρώσας, καὶ τὴν ἐν αὐτῇ κεκρυμμένην οὐ θεωμένας θεότητα. Εἰ δὲ τοῦτο μὴ δοίη τις, ἐκ τῶν ἡρμηνευμένων ἐν τῷδε τῷ ψαλμῷ λαβέτω τὴν προκειμένην λύσιν. Καὶ γὰρ ἄνω ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τὴν περὶ τῆς ἠθικῆς ἀρετῆς εἰσήγησιν ἐσχημάτισεν. εἰπών· "Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;" Οὕτως ἐρωτήσας, ἐπήγαγε τὴν ἀπόκρισιν· "Ἀθῶος χερσὶ, καὶ κα θαρὸς τῇ καρδίᾳ," καὶ τὰ ἑξῆς. Τοιοῦτον κἀνταῦθα ἡγείσθω εἶναι τοῦ λόγου τὸ σχῆμα, καὶ τοὺς ἐρομέ νους μὴ ἀγνοοῦντας ἔρεσθαι νομιζέτω, ἀλλὰ πάντας ἀνθρώπους τῷδε τῷ κηρύγματι τοῦ ἀνιόντος διδά σκειν τὴν δεσποτείαν. ∆ιό φασιν αἱ ἀποκρινόμεναι δυνάμεις, δόξης αὐτὸν εἶναι βασιλέα, ὡς τὴν παρὰ πάντων κομιζόμενον δόξαν, καὶ τὴν ἀληθῆ καὶ μό νιμον ἔχοντα βασιλείαν. Καλοῦσι δὲ αὐτὸν καὶ "Κύριον κραταιὸν, καὶ δυνατὸν ἐν πολέμῳ." Κατ έλυσε γὰρ τοῦ διαβόλου τὴν πικρὰν τυραννίδα, καὶ τῶν ὑπ' ἐκείνῳ τελούντων δαιμόνων τὴν ἀπάτην διέλυσεν. Αἰωνίους δὲ πύλας ἀνοιγῆναι παρακε λεύονται, ὡς μηδέποτε τῇ φύσει τῶν ἀνθρώπων 80.1036 ὑπανοιγείσας. Οὐδεὶς γὰρ ἐκείνας τῶν ἀνθρώπων διεπέρασε πώποτε, ἀλλ' ὁ ἐνανθρωπήσας Θεὸς Λό γος, τὴν ἡμετέραν ἀναλαβὼν ἀπαρχὴν, ἀνήγαγέ τε εἰς οὐρανοὺς, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύ νης ἐν τοῖς ὑψηλοῖς, ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξου σίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομα ζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ὁ δὲ μέγας Ἠλίας ἀνελήφθη μὲν, ἀλλ' οὐκ εἰς τὸν οὐρανὸν, ἀλλ' ὡς εἰς τὸν οὐρανόν· οὕτω τῆς προτέρας πεύσεως καὶ ἀποκρίσεως γενομένης, αὖθις αἱ μὲν πυνθάνονται, αἱ δὲ ἀποκρίνονται καὶ μανθάνουσιν ὡς ὁ τῶν δυνάμεων Κύριος αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, τουτέστιν ὁ ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάσης τῆς ἀοράτου καὶ γενητῆς φύσεως, ποιητής ἐστι καὶ δημιουργός.
ΕΡΜΗΝ. ΤΟΥ Κ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Ὁ ψαλ μὸς οὗτος προσευχῆς ἔχει σχῆμα.
∆ιά τοι τοῦτο, ὡς εἰκὸς, οὐδὲ ψαλμὸν ἡ ἐπιγραφὴ προσαγορεύει. Τινὲς δὲ τῶν συγγραφέων τῆς αἰχμαλωσίας προαγο ρευτικὸν ἔφασαν εἶναι, καὶ ὡς ἐξ ἐκείνων εἰρη μένον ἡρμήνευσαν, τῷ τέλει μόνῳ προσεσχηκότες· "Λύτρωσαι γὰρ, φησὶν, ὁ