52
μονασταῖς, ὧν ἀφίημι λέγειν τὰ ὀνόματα. ἐδόθη ὅρος ὑπ' αὐτοῦ ἐξιλεώσεως τῆς εἰς αἰῶνας καθαιρέσεως εἰς τὸ εἶναι τοὺς ὑπὸ θεοῦ διὰ Πέτρου τοῦ τῶν ἀποστόλων κορυφαίου καθῃρημένους πάλιν ἱερουργοὺς Χριστοῦ. εἶτα, ἐπεὶ οὐ συνῆλθον οἱ περὶ Σάβαν ἐν τούτῳ, ἀλλὰ καὶ διηνέχθησαν πρὸς αὐτόν, τί ποιεῖ; κακὸν καλῷ ἀπαλλάττει. ἀρνεῖται μὴ δεδωκέναι ἐπιτίμιον, μηδὲ προσίεσθαι τοὺς ἐν χρήμασι χειροτονήσαντάς τε καὶ χειροτονηθέντας· λέγων διελέγχεται ὑπὸ τῆς τηνικάδε κρατούσης, ἀφ' ἧς καὶ εἱλκύσθη δοῦναι τὸ ἄνομον ἐπιτίμιον. Παρῆν ἡ ἡμέρα τῶν Θεοφανίων Χριστοῦ, ἐληλύθασιν ἐν ταύτῃ οἱ ἐπιτιμιασθέντες, πεπληρωκότες τὸ ἐπιτίμιον καὶ λύσιν ἐπιζητοῦντες· ὁ μὲν ἀπηξίου, ἡ βασίλισσα κατηπείγετο τὴν εἰσδοχήν. πάλιν κακῷ τὸ καλὸν διαμείβει ὁ πρόεδρος· συλλειτουργεῖ αὐτοῖς τῇ αὐτῇ ἑορτῇ εἰς προῦπτον, οὐχ ἑκουσίως δῆθεν, ἀλλ' ἑκουσίως. ἐπὰν δυνάμενος μὴ συλλειτουργεῖν καθῃρημένοις συνελειτούργησε, κἂν ὁπωσοῦν φαίη τις ἀδυνατεῖν αὐτόν, ἐντεῦθεν ἡ πρὸς αὐτὸν διαφορὰ τῶν περὶ Σάβαν, ἐντεῦθεν ἐπεπόλασεν ἡ λύσις πλειόνως τῶν θείων κανόνων. ἡ δὲ Ῥώμη ταῦτα οὐ προσήκατο (μὴ γένοιτο), ἀλλ' οὐδὲ αὐτὴν τὴν σύνοδον ὡς οἰκουμενικήν, ἀλλ' ὡς τοπικὴν καὶ τὸ ἴδιον πτῶμα τῶν τῇδε ἀνορθώσασαν· οὐδὲ γὰρ οἱ κεκαθικότες ἀντιπρόσωποι τῶν ἄλλων πατριαρχῶν. ψευδές· τοῦ μὲν Ῥωμαίων δι' ἄλλο, οὐ διὰ σύνοδον, παραπεμφθέντων ἐνταῦθα (διὸ καὶ καθῃρέθησαν, ὥς φασι, παλινοστήσαντες ὑπὸ τοῦ πεπομφότος, κἂν ἐπεκαλῶντο βεβιάσθαι), οἱ δ' ἄλλοι ἐκ μὲν ἀνατολῆς, ἀλλ' ὑπὸ τῶν ἐνταῦθα προτραπέντες καὶ ἑλχθέντες, οὐχ ὑπὸ τῶν πατριαρχῶν ἀποσταλέντες, ὅτι μηδὲ ἐνόστησαν ἢ ὕστερον, διὰ τὸ τοῦ ἔθνους δέος δῆλον ὅτι. τοῦτο δὲ ἐποίουν οἱ ἐνταῦθα, ἵνα τὸν αἱρετίζοντα λαὸν μᾶλλον πείσωσιν ὀρθοδοξεῖν ἐκ τοῦ οἰκουμενικὴν δῆθεν ἀθροισθῆναι σύνοδον. Εἰ δὲ φαίης, πῶς ἡμεῖς οὐκ ἐνιστάθημεν τηνικαῦτα καὶ διατί χειροτονίαν ἐδεξάμεθα μετὰ τὴν σύνοδον παρὰ τοῦ κυροῦ Ταρασίου, ἀπολογούμεθα καὶ σοὶ καὶ πᾶσιν ὅτι τὸ μὲν ἐν ὑπηκόοις ἐτελοῦμεν, μὴ τὰ ὕστερον γνωσθέντα ἡμῖν πρότερον εἰδότες, τὸ δέ, δραξάμενοι αἰτίαν εὔλογον, τὸ λέγειν Ταράσιον μήτε ἐπιτίμιον δεδωκέναι μηδ' αὖ, εἰ γνοῖεν, τῶν τοιούτων συνιερουργεῖν τινι, ἀλλὰ καὶ καθαίρειν. κἂν οὐχ οὕτως ἦν τὸ ἀληθές, διὰ τὸ προφανές, ἀλλ' ὅμως ἡμεῖς, ὀρεγόμενοι τὴν ὁμόνοιαν, ἠρκέσθημεν τοῖς λεγομένοις, τοῦτο κεκρικότες, ἐπὶ τὸ φιλανθρωπότερον τῆς εἰρήνης νεῦσαι ἐν τῷ ἀμφιβόλῳ πράγματι, καθώς φησί που ὁ Θεολόγος· καὶ ἅμα, ὅτι δεδεγμένος ἦν διὰ τὴν ὀρθοδοξίαν καὶ τὸ κατ' αὐτὴν ἀνδρεῖον καὶ σπουδαῖον γενέσθαι ὑπὸ τῶν ἄλλων ἐκκλησιῶν. Ταῦτά σοι ἐγνώρισα, τέκνον, εἰς εἴδησιν τῶν καθηκόντων καὶ ὅτι οἱ περὶ Σάβαν, εἰ διὰ τοῦτο καὶ οὐκ ἄλλοις τισὶν ἀλόγοις διεφέροντο πρὸς αὐτόν, εἶχον εὔλογον καὶ ἔχουσιν. ὡς γὰρ ὑπὸ παραπετάσματι ἡμεῖς τοῦ λέγειν μὴ δέχεσθαι τοὺς τοιούτους ἀλλὰ καὶ καθαίρειν συνήλθομεν τῷ προέδρῳ, οὕτως ἐκεῖνοι τὸ πραχθὲν ἐμφανῶς ἔχοντες δικαίωμα ἀντιποιοῦνται εἰκότως τοῦ θείου κανόνος. καὶ οὐκ ἔστιν ὁ χάριν τούτου τοῦ κεφαλαίου δυνάμενος ἀντιστῆναι αὐτοῖς, εἴ γε λέγοιεν ὅτι Ταράσιος οἰκονομικῶς ἐδέξατο τοὺς χρηματοχειροτονοῦντας, ἀλλὰ γὰρ οὐδ' ἂν Πέτρος καὶ Παῦλος ἐπιστῇ· αὐτοὶ γὰρ ἐξέθεντο τὸν κανόνα καὶ αὐτοί φασιν, ἀλλὰ κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρὸ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω. 39 {1Θεοφίλῳ ἡγουμένῳ}1 Ἐβουλόμην ταχύτερον ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου, ἀλλ' οὐκ εὐωδούμην, φρουρούμενος ἀσφαλῶς. ὅτε δὲ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς χαρίσασθαι καὶ τὸν τρόπον καὶ τὸ πρόσωπον, τηνικαῦτα τὸν ἐμὸν πόθον πληρῶ ὁ ταπεινὸς καὶ προσαγορεύω καὶ ἀσπάζομαι τὸν ἐμὸν πνευματικὸν πατέρα καὶ λίαν ὄντως φιλούμενον. οὐ γὰρ ἐπειδὴ διέστησαν ἡμᾶς σωματικῶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, ἤδη διέλυσαν καὶ τὴν ἐπὶ θεὸν ἡμῶν πρὸς ἀλλήλους ὁμόνοιάν τε καὶ σχέσιν, μᾶλλον μὲν οὖν καὶ ἐβεβαίωσαν. πείθομαι γὰρ καὶ τὴν σὴν ὁσιότητα ποθεῖν