1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

52

βαρβάρων ἑαλωκέναι. ἀπέσφαξε δὲ καὶ Ἀθανάσιον, διάκονον τῆς ἁγίας Ἀναστάσεως, ὀνειδίσαντα καὶ ἐλέγξαντα τὴν αὐτοῦ ἀθεΐαν, καὶ τὸ τούτου ἅγιον σῶμα κατὰ τὴν πόλιν πομπεύσας τοῖς κυσὶ παρέδωκεν. ∆όμνος δέ, Ἀντιοχείας ἐπίσκοπος, εἰς τὴν ἔρημον ἔφυγε καὶ Ἰουβενάλιος Ἱεροσολύμων. τοῦ δὲ λυμεῶνος Θεοδοσίου ἐπὶ κʹ μῆνας τὸν θρόνον Ἱεροσολύμων κρατήσαντος, γνοὺς ὁ βασιλεὺς Μαρκιανὸς ἐκέλευσεν αὐτὸν συλληφθῆναι· ὁ δὲ φυγὰς ᾤχετο ἐπὶ τὸ Σιναῖον ὄρος. τούτου δὲ ἐκποδὼν γεγονότος καὶ τῶν ὑπ' αὐτοῦ χειροτονηθέντων, πάλιν Ἰουβενάλιος τὸν ἴδιον θρόνον ἀπέλαβεν. 108 Ἀντιοχείας ἐπίσκοπος Βασίλειος ἔτη βʹ. δʹ. βʹ. ιβʹ. εʹ. ιϛʹ. βʹ. αʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανός, ὁ βασιλεὺς ἐν Ῥώμῃ, ὑφορώμενος τὴν Ἀετίου τοῦ πατρικίου καὶ στρατηγοῦ δύναμιν δολοφονεῖ τοῦτον, Ἡρακλείου τινὸς τῶν εὐνούχων συμπράξαντος αὐτῷ. ὁ δὲ Ἀττίλας εὐτρεπίζετο πολεμῆσαι Μαρκιανῷ μὴ ἀνεχομένῳ τὸν φόρον αὐτῷ παρασχέσθαι τὸν ὑπὸ Θεοδοσίου ταχθέντα. μεταξὺ δὲ κόρης εὐπρεποῦς τινος ἐρασθεὶς καὶ τὸν πρὸς αὐτὴν γάμον ἐπιτελῶν οἰνωθείς τε σφόδρα καὶ ὕπνῳ βαρηθείς, αἵματος ἀθρόον διὰ ῥινῶν τε καὶ τοῦ στόματος ἐνεχθέντος, τελευτᾷ τὸν βίον. τὴν δὲ τοσαύτην αὐτοῦ δυναστείαν οἱ παῖδες τούτου διαδεξάμενοι καὶ στασιάσαντες πρὸς ἀλλήλους διαφθείρονται. οἱ μέντοι γε κατὰ τὴν ἑῴαν Ῥωμαῖοι, Μαρκιανοῦ βασιλεύοντος, πάσης ἀπήλαυον εἰρήνης καὶ δικαιοσύνης καὶ εὐφροσύνης. καὶ ἦν ἐκεῖνα τὰ ἔτη κυρίως χρυσᾶ τῇ τοῦ βασιλέως χρηστότητι, γαλήνης πάντα ἐπικεχυμένης τὰ πράγματα. εʹ. γʹ. ιγʹ. ϛʹ. ιζʹ. γʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανός, ὁ τῆς Ῥώμης βασιλεύς, τῶν μὲν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων ἀντελαμβάνετο, πολλῇ δὲ τῇ παρανομίᾳ ἐν τῇ ἑαυτοῦ ἐκέχρητο διαίτῃ. εὐπρεπεστάτῃ γὰρ γυναικὶ Εὐδοξίᾳ, τῇ θυγατρὶ Θεοδοσίου τοῦ βασιλέως, συνοικῶν ἀλλοτρίαις δαιμονιωδῶς ἐκέχρητο, ὡμίλει δὲ συνεχῶς καὶ τοῖς τὰ περίεργα πράττουσιν. διὸ καὶ αἰσχίστῳ παραδίδοται θανάτῳ. Μαξίμου γάρ, τοῦ ἐπὶ Θεοδοσίου τοῦ μεγάλου τυραννήσαντος, ἔγγων καὶ ὁμώνυμος ἐν τοῖς κατὰ Ῥώμην πατρικίοις τελῶν, ἔνδον τοῦ παλατίου γενόμενος τὸν Οὐαλεντινιανὸν ἀπέσφαξε καὶ τῇ Εὐδοξίᾳ βίᾳ συνεγένετο καὶ τῆς βασιλείας ἐκράτησεν· δι' ὧν γάρ τις ἁμαρτάνει, δι' αὐτῶν καὶ παιδεύεται. ἐπὶ τούτοις ἡ Εὐδοξία ἀχθομένη καὶ μηδεμίαν βοήθειαν ἐκ τοῦ Βυζαντίου ἔσεσθαι αὐτῇ λογισαμένη, Θεοδοσίου τοῦ πατρὸς αὐτῆς τελευτήσαντος καὶ Πουλχερίας, μεταπέμπεται Γιζέριχον εἰς Ῥώμην παρακαλοῦσα λυτρωθῆναι ἐκ τῆς τοῦ Μαξίμου τυραννίδος. Γιζερίχου δὲ στόλῳ μεγάλῳ ἐκπλεύσαντος εἰς Ῥώμην, Μάξιμος φοβηθεὶς φυγῇ ἐχρήσατο· οἱ δὲ συνόντες αὐτῷ ἀνεῖλον αὐτὸν βασιλεύσαντα ἔτος ἕν. ὁ δὲ Γιζέριχος, μηδενὸς αὐτῷ ἀντιστάντος, εἰσῆλθεν 109 εἰς Ῥώμην τῇ τρίτῃ ἡμέρᾳ τῆς σφαγῆς Μαξίμου καὶ λαβὼν πάντα τὰ χρήματα καὶ τὰ τῆς πόλεως θεάματα εἰς τὰ πλοῖα ἐμβαλών, ἐν οἷς ἦσαν κειμήλια ὁλόχρυσα καὶ διάλιθα ἐκκλησιαστικά, καὶ σκεύη Ἑβραϊκά, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων εἰς Ῥώμην ἤγαγεν, σὺν τούτοις λαβὼν καὶ Εὐδοξίαν τὴν βασίλισσαν καὶ τὰς θυγατέρας αὐτῆς, εἰς Ἀφρικὴν ἀπέπλευσεν· καὶ τὴν μὲν Εὐδοκίαν Ὀνωρίχῳ, τῷ πρωτοτόκῳ υἱῷ αὐτοῦ, συνέζευξεν, τὴν δὲ Πλακιδίαν ἄνδρα ἔχειν μαθὼν Ὀλύβριον τὸν πατρίκον μετὰ τῆς μητρὸς ἐφύλαξεν Εὐδοξίας. μαθὼν δὲ τὸν Μαξίμου θάνατον Μαϊορῖνος ἐβασίλευσεν ἔτη βʹ, καὶ μετὰ αὐτὸν Ἄβητος τὴν τῆς Ῥώμης βασιλείαν ἐκράτησεν ἐνιαυτοὺς βʹ, καὶ μετὰ τοῦτον Σευῆρος ἔτη γʹ, καὶ μετὰ τούτους οὐκ ἔστι βασιλεύς, ἀλλὰ Ῥεκίμερ ἐδιοίκει τὰ πράγματα στρατηγῶν καὶ μεγάλην περικείμενος δύναμιν. Τῷ δ' αὐτῷ ἔτει ἐτελεύτησεν Εὐδοκία ἐν Ἱεροσολύμοις πολλὰ καταλείψασα ταῖς ἐκκλησίαις. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. ϛʹ. δʹ. ιδʹ. ζʹ. ιηʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐκάη ἡ Ῥάβεννα, καὶ μετ' ὀλίγας ἡμέρας ἐσφάγη ὁ πατρίκιος Ῥαμίτος εἰς Κλάσας. καὶ μεθ' ἡμέρας κθʹ ἐνικήθη Ἄμιτος ὑπὸ Ῥεμίκου καὶ γέγονεν εἰς πόλιν Πλακεντίαν εἰς Γαλλίας. ζʹ. εʹ. ιεʹ. ηʹ. ιθʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανὸς ὁ