λοιπὸν αὐτοῖς μηκέτι προσέχειν τοῖς ἀπατήσασιν, ἀλλὰ μᾶλλον ἔχεσθαι τῆς ἐν Χριστῷ πίστεως, καὶ γινώσκειν, ὅτι ἡ ἐν Χριστῷ χάρις καταργεῖ τὴν κατὰ σάρκα περιτομήν. Καὶ οὕτω πάλιν εἰς τὰ ἤθη παραινέσας καὶ διδάξας, τελειοῖ τὴν Ἐπιστολήν. Πέμπτη, πρὸς Ἐφεσίους. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, οὔπω μὲν αὑ τοὺς ἑωρακὼς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρό 28.420 φασις τῆς Ἐπιστολῆς αὕτη· Ἐφέσιοι, πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γνησίαν εἶχον εἰς αὐτὸν τὴν πίστιν, καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην, καὶ ἐβούλοντο παρὰ τοῦ Παύλου βεβαιωθῆ ναι. Μαθὼν τοίνυν ὁ Ἀπόστολος, γράφει πρὸς αὐτοὺς ταύτην τὴν Ἐπιστολὴν, ὥσπερ κατηχητικήν. Καὶ πρότερον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ' ἡμᾶς μυστήριον, ἀλλ' ἐξ ἀρχῆς καὶ καταβολῆς κό σμου εἶναι ταύτην εὐδοκίαν τοῦ Θεοῦ, ὥστε τὸν Χρι στὸν ὑπὲρ ἡμῶν παθεῖν, καὶ ἡμᾶς σωθῆναι· ἔπειτα περὶ τῆς κλήσεως τῶν ἐθνῶν διαλέγεται, ἵνα δείξῃ ἀξίως αὐτοὺς πεπιστευκέναι· καὶ ἀποδείκνυσιν, ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐ δι' ἀνθρώπου, ἀλλὰ διὰ Χριστοῦ, ὅς ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα καὶ ἐκ τούτου μάθωσιν, ὅτι οὐκ ἀνθρωπολάτραι γεγόνασι, πιστεύ σαντες τῷ Χριστῷ, ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς. Σημαί νει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ Εὐαγγέλιον, καὶ ὅτι περὶ αὐτῶν ἐφρόντιζεν. Εἶτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ, πατράσι καὶ τέκνοις, κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ Ἐπι στολῇ, καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, λέγων πρὸς ἐκεί νους εἶναι ἡμῖν τὴν πάλην. Καὶ ὥσπερ ἀγαθὸς ἀλεί πτης, ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολι κῆς ἐνεργείας, οὕτω τελειοῖ τὴν Ἐπιστολήν. Ἕκτη, πρὸς Φιλιππησίους. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωρακὼς αὐ τοὺς ἅμα καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Πεμψάντων Φιλιππησίων διακονίαν τῷ Παύλῳ, καί τινων περιερχομένων, καὶ διαφθειρόντων τὰς ἀκοὰς τῶν ἀκεραίων προφάσει τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς περιτομῆς, καὶ λεγόντων χωρὶς ταύτης μὴ δύνασθαι δικαιωθῆναι, μαθὼν ὁ Ἀπόστολος γράφει Φιλιππησίοις. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῶν τὴν πίστιν, καὶ σημαίνει μνημονεύειν αὐτῶν· ἔπειτα διηγεῖται ὡς ἀπελογήσατο ἐν Ῥώμῃ, καὶ ὅτι τινὲς αὐτῷ βαρεῖς γεγόνασιν ἐν τοῖς δεσμοῖς, φθόνον αὐτῷ κινοῦντες. Εἶτα αὐτοὺς προτρέπεται ἀλλήλους ἀγα πᾷν, ἐξηγούμενος τὴν τοῦ Σωτῆρος φιλανθρωπίαν, ὅτι Θεὸς ὢν ἐνηνθρώπησε δι' ἡμᾶς. Εἶτα περὶ τῆς περιτομῆς καὶ τοῦ παλαιοῦ νόμου διαλαβὼν ἀποδει κνύει ἀργὴν γεγενῆσθαι λοιπὸν τὴν περιτομὴν, λαμ βάνων ἀφ' ἑαυτοῦ τὸ παράδειγμα, καὶ λέγων, ὅτι «Ταῦτα πάντα ἡγοῦμαι διὰ τὸν Χριστὸν ζημίαν.» ∆ιὸ καὶ τοὺς μὲν διδάσκοντας ἔτι περιτομὴν, καὶ θέ λοντας αὐτοὺς ἀπατῆσαι, μέμφεται, καὶ λέγει ἐχθροὺς εἶναι τοῦ Χριστοῦ. Ἀποδέχεται δὲ Φιλιππησίους διὰ τὴν πρὸς αὐτὸν τῆς κοινωνίας δόσιν· καὶ προτρεψά μενος πάλιν εἰς τὰ ἤθη αὐτοὺς, τελειοῖ τὴν Ἐπιστο λήν. Ἑβδόμη, πρὸς Κολασσαεῖς. Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης, οὐχ ἑωρα κὼς μὲν αὐτοὺς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρό φασις τῆς Ἐπιστολῆς αὕτη· Τοὺς Κολασσαεῖς ἐπει ρῶντό τινες ἀπατῆσαι σοφίσμασιν Ἑλληνικοῖς κατὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, καὶ περὶ τῶν ἐν τῷ νόμῳ βρωμάτων, καὶ τῆς περιτομῆς. Ταῦτα τοίνυν 28.421 μαθὼν ὁ Ἀπόστολος, γράφει τὴν Ἐπιστολὴν αὐτοῖς ταύτην, ὥσπερ κατηχητικήν. Καὶ πρῶτον μὲν εὐχα ριστῶν τῷ Θεῷ, σημαίνει ἀπὸ τοῦ σκότους αὐτοὺς μεταβεβηκέναι εἰς τὸ φῶς τῆς ἀληθείας, καὶ ὅτι ὁ Χριστὸς, εἰς ὃν ἐπίστευσαν, εἰκών ἐστι τοῦ Θεοῦ, καὶ Λόγος, δι' οὗ τὰ πάντα γέγονε· καὶ ὅτι ἔπρεπεν αὐ τὸν δημιουργὸν ὄντα γενέσθαι καὶ πρωτότοκον τῆς κτίσεως καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, ἵνα τὰ ἀμ φότερα συνάψῃ, καὶ ζωοποιήσῃ τὰ πάντα. Προτρέπει τε αὐτοὺς
53