53
[OΜIΛIA Ϛ.] Τρίτῃ δὲ ἡμέρᾳ εἰς τὸ προωρισμένον τῆς Τύρου χωρίον σὺν τοῖς οἰκειοτάτοις ἐλθὼν ἔγωγε εὑρίσκω τὸν Ἀππίωνα, Ἀννουβίωνός τε καὶ Ἀθηνοδώρου καθεζόμενον μέσον καὶ μετὰ πολλῶν ἄλλων τῶν ἐκ παι- δείας ἀνδρῶν ἡμᾶς ἀναμενόντων. καὶ ὅμως οὐδὲν καταπλαγεὶς προσα- γορεύσας ἀντικαθέζομαι τῷ Ἀππίωνι, ὃς μετ' οὐ πολὺ λέγειν ἤρξατο· Βούλομαι πρῶτος ἀρξάμενος ἐντεῦθεν ἤδη ταχέως ἐλθεῖν ἐπὶ τὸ ζητού- μενον. πρὸ τοῦ σε, τέκνον Κλήμης, ἡμῖν παρεῖναι, Ἀννουβίων οὗτος καὶ Ἀθηνόδωρος, οἱ χθὲς ἅμα τοῖς ἄλλοις ἐπακούσαντές σου διαλεγομένου, ἀφηγήσαντό μοι, πῶς ἐν τῇ Ῥώμῃ συνερχόμενός σοι ὡς ἐρῶντι πολλὰ τῶν θεῶν κατεψευσάμην, εἰπὼν αὐτοὺς παιδεράστας, ἀσελγεῖς, μιγνυμέ- νους μητράσιν ἀδελφαῖς θυγατράσιν καὶ μυρίαις μοιχείαις ἐνεχομένους. ἀλλ' ἐχρῆν σε, ὦ τέκνον, εἰδέναι ὅτι μὴ τοιαῦτα περὶ θεῶν φρονῶν ἔγρα- φον, ἀλλὰ στοργῇ τῇ πρὸς σὲ τὰ ἀληθῆ λέγειν ἀπεκρυπτόμην, ἅπερ, εἰ νῦν ἐθέλεις, παρ' ἐμοῦ ἄκουσον. Τῶν πάλαι ἀνδρῶν οἱ σοφώτατοι, πᾶσαν ἀλήθειαν αὐτοὶ καμάτῳ μεμαθηκότες, τοὺς ἀναξίους καὶ μὴ ὀρεγομένους θείων μαθημάτων ἀπεκρύ- ψαντο τὴν ἐπιστήμην λαβεῖν. οὔτε γὰρ ἀπ' Oὐρανοῦ καὶ τῆς μητρὸς αὐτοῦ Γῆς γεγόνασιν παῖδες δώδεκα, ὡς ὁ μῦθος καταριθμεῖ· ἄρρενες μὲν Ὠκεανός, Κοῖος, Κρῖος, Ὑπερίων, Ἰαπετός, Κρόνος· θήλειαι δὲ Θεία, Θέμις, Μνημο- σύνη, ∆ημήτηρ, Τηθύς, Ῥέα· οὔτε τῇ ἐξ ἀδάμαντος ἅρπῃ τὰ αἰδοῖα Κρόνος Oὐρανοῦ τοῦ πατρὸς ἐκτεμών (ὥς φατε) εἰς βυθὸν ἀπέρριψεν. ἀλλ' οὐδ' ἐκ τῆς ἀποτομῆς τοῦ Oὐρανοῦ σταγόνων ῥυέντος αἵματος ἡ Ἀφροδίτη ἐγένετο οὐδ' αὖ Κρόνος τῇ Ῥέᾳ μιγεὶς καὶ γεννήσας Πλούτωνα πρῶτον κατέπιεν, διά τινα Προμηθέως θεσμὸν, δεδιὼς μήποτε γεννηθὲν ἐξ αὐτοῦ βρέφος γενναιότερον αὐτοῦ γενόμενον ἀφέληται αὐτὸν τῆς βασιλείας. οὐ τὸν Πο- σειδῶνα δεύτερον γεννήσας ὁμοίως κατέπιεν. οὐ μετὰ τούτους τὸν ∆ία γεννηθέντα ἡ μήτηρ κατακρύψασα ἡ Ῥέα ἀπαιτήσαντι τῷ Κρόνῳ κατα- πιεῖν λίθον ἀντέδωκεν. οὐ καταποθεὶς τοὺς προκαταποθέντας θλίψας ἐξῶσεν, ὡς προελθεῖν πρῶτον μὲν τὸν πρῶτον καταποθέντα Πλούτωνα, ἐπ' αὐτῷ δὲ Ποσειδῶνα [καὶ τρίτον τὸν ∆ία]. οὐδέ γε (ὥς φασιν) μητρὸς προνοίᾳ διασωθεὶς ὁ Ζεὺς καὶ εἰς οὐρανὸν ἀναβάς, τὸν πατέρα τῆς βασι- λείας καθεῖλεν. οὐ πατρὸς ἀδελφοὺς ἐκόλασεν. οὐκ εἰς πόθον γυναικῶν θνητῶν κατῆλθεν. οὐκ ἀδελφαῖς ἢ θυγατράσιν, οὐκ ἀδελφῶν γυναιξίν, οὐ παισὶν αἰσχρῶς συνεγένετο. οὐδὲ Μῆτιν γεννήσας κατέπιεν, ἵνα ἀπ' ἐνκεφάλου μὲν τὴν Ἀθηνᾶν ἀναφύσῃ ἐκ τῆς Μήτιδος, ἐκ δὲ τοῦ μηροῦ τὸν ∆ιόνυσον τέκῃ, ὃν ὑπὸ Τιτάνων ἐσπαράχθαι λέγουσιν. οὐ δεῖπνον ἐπὶ τῷ Θέτιδος καὶ Πηλέως γάμῳ συντελεῖ. οὐ τὴν Ἔριν τῶν γάμων ἀπεώσατο. οὐχ αὕτη ἡ Ἔρις ἀτιμασθεῖσα μάχην καὶ στάσιν τοῖς ἑστιωμένοις ἐπενόησεν. οὐ μῆλον χρύσεον ἐκ τῶν Ἑσπερίδων κήπων λαβοῦσα ἐπέγραψεν «∆ῶρον τῇ καλῇ». ἔπειτα μυθολογοῦσιν ὡς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη εὑρίσκουσι τὸ μῆλον καὶ φιλονεικοῦσαι ἔρχονται πρὸς τὸν ∆ία· αἷς αὐτὸς μὲν οὐκ ἔκρινεν, δι' Ἑρμοῦ δὲ πρὸς