1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

53

ἰδόντες καὶ καταπλαγέντες καὶ ἔκθαμβοι γεγονότες ἐπὶ τῇ κατ' αὐτῶν κραταιᾷ ἐπελεύσει τοῦ ἀηττήτου καὶ ἀκαταγωνίστου ὁπλίτου καὶ στρατηγοῦ καὶ ταξιάρχου καὶ τροπαιούχου καὶ νικηφόρου πρωτοκλήτου ἀποστόλου Ἀνδρέου, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς, καὶ προσέφυγον εἰς τὸν πάνσεπτον ναὸν αὐτοῦ. Τοῦ οὖν στρατηγοῦ μετὰ τὸ τρόπαιον ἐν τῇ τρίτῃ ἡμέρᾳ καταλαβόντος καὶ τὴν νίκην τοῦ ἀποστόλου μαθόντος, κατεμήνυσεν τῷ βασιλεῖ Νικηφόρῳ τήν τε ἔφοδον τῶν Σκλαβήνων καὶ τὴν προνομὴν καὶ αἰχμαλωσίαν καὶ ἀφανισμὸν καὶ τὴν λεηλασίαν καὶ τἄλλα δεινά, ὅσα καταδραμόντες ἐποίησαν εἰς τὰ μέρη τῆς Ἀχαΐας, ἔτι δὲ καὶ τὴν πολυήμερον πολιορκίαν καὶ τὴν κατὰ τῶν οἰκητόρων τοῦ κάστρου διηνεκῆ ἐπίθεσιν, ὡσαύτως καὶ τὴν ἐπισκοπὴν καὶ συμμαχίαν καὶ τὸ τρόπαιον καὶ τὴν κατὰ κράτος νίκην, τὴν γενομένην παρὰ τοῦ ἀποστόλου, καὶ ὡς ὀφθαλμοφανῶς ὡράθη ἐπιτρέχων καὶ διώκων τοὺς πολεμίους κατὰ νῶτον καὶ τροπούμενος αὐτούς, ὡς καὶ αὐτοὺς τοὺς βαρβάρους αἰσθέσθαι τὴν τοῦ ἀποστόλου πρὸς ἡμᾶς ἐπισκοπὴν καὶ συμμαχίαν, καὶ διὰ τοῦτο προσφυγεῖν αὐτοὺς εἰς τὸν σεβάσμιον ναὸν αὐτοῦ. Ὁ δὲ βασιλεὺς ταῦτα ἀναμαθὼν παρεκελεύσατο οὕτως· "Ἐπεὶ καὶ τὸ τρόπαιον καὶ ἡ κατὰ κράτος νίκη παρὰ τοῦ ἀποστόλου γέγονεν, ὀφειλόμενον καθέστηκεν πᾶσαν τὴν ἐκστρατείαν τῶν πολεμίων καὶ τὰ λάφυρα καὶ τὰ σκῦλα αὐτῷ ἀποδοθῆναι." Καὶ διωρίσατο αὐτούς τε τοὺς πολεμίους μετὰ πάσης τῆς φαμιλίας καὶ συγγενείας καὶ πάντων τῶν προσηκόντων αὐτοῖς, ἔτι δὲ καὶ πάσης τῆς ὑπάρξεως αὐτῶν, ἀφορισθῆναι εἰς τὸν ναὸν τοῦ ἀποστόλου ἐν τῇ μητροπόλει Πατρῶν, ἐν ᾗ ὁ πρωτόκλητος καὶ μαθητὴς τοῦ Χριστοῦ τὸν τῆς ἀθλήσεως διήνυσεν ἀγῶνα, δεδωκὼς περὶ αὐτῶν καὶ σιγίλλιον ἐν τῇ αὐτῇ μητροπόλει. Ταῦτα οἱ πρεσβύτεροι καὶ ἀρχαιότεροι ἀνήγγειλαν, παραδόντες ἀγράφως χρόνῳ τε καὶ βίῳ τοῖς ὕστερον, ὅπως ἂν κατὰ τὸν προφήτην γνῷ γενεὰ ἡ ἐρχομένη τὸ γεγονὸς θαῦμα διὰ πρεσβειῶν τοῦ ἀποστόλου, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὸ τοῖς υἱοῖς αὐτῶν, ἵνα μὴ ἐπιλάθωνται τῶν εὐεργεσιῶν, ὧν ἐποίησεν ὁ Θεὸς διὰ πρεσβειῶν τοῦ ἀποστόλου. Ἔκτοτε δὲ οἱ ἀφορισθέντες Σκλαβῆνοι ἐν τῇ μητροπόλει καὶ τοὺς στρατηγοὺς καὶ τοὺς βασιλικοὺς καὶ πάντας τοὺς ἐξ ἐθνῶν ἀποστελλομένους πρέσβεις ὡς ὁμήρους διατρέφουσιν, ἔχοντες ἰδίους καὶ τραπεζοποιοὺς καὶ μαγείρους καὶ πάντας τοὺς παρασκευάζοντας τὰ τῆς τραπέζης βρώματα, τῆς μητροπόλεως εἰς ταῦτα μηδὲν καινοτομουμένης, ἀλλ' αὐτοὶ οἱ Σκλαβῆνοι ἀπὸ διανομῆς καὶ συνδοσίας τῆς ὁμάδος αὐτῶν ἐπισυνάγουσιν τὰς τοιαύτας χρείας. Ἐποίησεν δὲ καὶ σιγίλλιον Λέων, ὁ ἀείμνηστος καὶ σοφώτατος βασιλεύς, λεπτομερῶς περιέχον τό, τί ὀφείλουσιν παρέχειν οἱ αὐτοὶ ἐναπογραφόμενοι τῷ μητροπολίτῃ, καὶ μὴ ἀπαργυρίζεσθαι παρ' αὐτοῦ ἢ ἄλλως πως κατ' ἐπίνοιαν ἄδικον ζημιοῦσθαι αὐτούς. 50 Περὶ τῶν ἐν τῷ θέματι Πελοποννήσου Σκλάβων, τῶν τε Μηλιγγῶν καὶ Ἐζεριτῶν καὶ περὶ τῶν τελουμένων παρ' αὐτῶν πάκτων, ὁμοίως καὶ περὶ τῶν οἰκητόρων τοῦ κάστρου Μαΐνης καὶ τοῦ παρ' αὐτῶν τελουμένου πάκτου. Ἰστέον, ὅτι οἱ τοῦ θέματος Πελοποννήσου Σκλάβοι ἐν ταῖς ἡμέραις τοῦ βασιλέως Θεοφίλου καὶ τοῦ υἱοῦ αὐτοῦ, Μιχαήλ, ἀποστατήσαντες γεγόνασιν ἰδιόρρυθμοι, λεηλασίας καὶ ἀνδραποδισμοὺς καὶ πραίδας καὶ ἐμπρησμοὺς καὶ κλοπὰς ἐργαζόμενοι. Ἐπὶ δὲ τῆς βασιλείας Μιχαήλ, τοῦ υἱοῦ Θεοφίλου, ἀπεστάλη ὁ πρωτοσπαθάριος Θεόκτιστος, οὗ τὸ ἐπίκλην ὁ τῶν Βρυεννίων, στρατηγὸς ἐν τῷ θέματι Πελοποννήσου μετὰ δυνάμεως καὶ ἰσχύος πολλῆς, ἤγουν Θρᾳκῶν καὶ Μακεδόνων καὶ τῶν λοιπῶν δυτικῶν θεμάτων τοῦ πολεμῆσαι καὶ καθυποτάξαι αὐτούς. Καὶ πάντας μὲν τοὺς Σκλάβους καὶ λοιποὺς ἀνυποτάκτους τοῦ θέματος Πελοποννήσου ὑπέταξε καὶ ἐχειρώσατο, μόνοι δὲ οἱ Ἐζερῖται καὶ οἱ Μηλιγγοὶ κατελείφθησαν ὑπὸ τὴν Λακεδαιμονίαν καὶ τὸ Ἕλος. Καὶ ἐπειδὴ ὄρος ἐστὶν ἐκεῖσε μέγα καὶ ὑψηλότατον, καλούμενον Πενταδάκτυλος, καὶ εἰσέρχεται ὥσπερ τράχηλος εἰς τὴν θάλασσαν ἕως πολλοῦ διαστήματος, διὰ δὲ τὸ