53
ἑκάστου προσευχὴ καὶ εὐχαριστία· ἐὰν οὖν ἔχῃς τι κατὰ τοῦ ἀδελφοῦ σου ἢ αὐτὸς ἔχῃ τι κατὰ σοῦ, οὔτε αἱ προσευ χαί σου εἰσακουσθήσονται οὔτε αἱ εὐχαριστίαι σου προσ δεχθήσονται διὰ τὴν ὑποκειμένην ὀργήν. Χρὴ δὲ συνεχῶς προσεύχεσθαι ὑμᾶς, ἀδελφοί· ἀλλ' ἐπειδὴ τῶν ἐν ὀργαῖς ἀδίκως ἐχθραινόντων ἀδελφοῖς ὁ Θεὸς οὐκ ἐπακούει, καὶ ἐὰν τρὶς τῆς ὥρας προσεύξωνται, χρὴ διαλύειν πᾶσαν ἔχθραν καὶ μικροψυχίαν, ἵνα δυνώμεθα προσεύχεσθαι καθαρᾷ τῇ καρδίᾳ καὶ ἀρύπῳ. Καίτοιγε καὶ ἐχθροὺς ὁ Κύριος ἀγαπᾶν προσέταξεν, οὐχὶ δὲ καὶ τοὺς φίλους μισεῖν, καὶ ὁ νομοθέτης φησίν· «Oὐ μισήσεις πάντα ἄνθρωπον, οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου, ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν· οὐ μισήσεις Aἰγύπτιον, ὅτι πάροικος ἦσθα παρ' αὐτῷ· οὐ μισήσεις Ἰδουμαῖον, ὅτι ἀδελφός σου ἐστίν.» Καὶ ὁ ∆αυὶδ λέγει· «Eἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» Ὅθεν εἰ Χριστιανὸς εἶναι θέλεις, ἐξακο λούθει τῷ τοῦ Κυρίου Νόμῳ· «Λύε πάντα σύνδεσμον ἀδικίας.» Ἐπὶ σοὶ γὰρ ὁ σωτὴρ ἐξουσίαν ἔθετο ἀφιέναι ἁμαρτίας τῷ ἀδελφῷ τὰς εἰς σὲ γενομένας ἕως ἑβδομηκοντά κις ἑπτά, τοῦτ' ἔστιν τετρακοσίας ἐνενήκοντα. Ποσάκις οὖν ἤδη ἀφῆκας τῷ ἀδελφῷ σου, ἵνα μὴ θελήσῃς αὐτῷ ἀφιέναι καὶ νῦν; Καίτοι ἀκούσας τοῦ Ἱερεμίου λέγοντος, ὅτι· «Ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν.» Σὺ δὲ μνησικακεῖς καὶ συντηρεῖς ἔχθραν καὶ ἐπὶ κρίσιν ἔρχῃ καὶ μῆνιν ὑφορᾷς καὶ ἡ προσευχή σου ἐμποδίζεται. Ἀλλ' εἰ καὶ τὰ τετρακόσια ἐνενήκοντα συνεχώρησας ἀφεὶς τῷ ἀδελφῷ σου, πλεόνασον τὴν ἀοργησίαν ἐπὶ πλεῖον εἰς ἀγαθωσύνην δι' ἑαυτόν· κἂν ἐκεῖνος μὴ ποιῇ, ἀλλάγε σὺ διὰ τὸν Θεὸν σπούδαζε ἀφιέναι τῷ πλησίον, ὅπως γένῃ υἱὸς τοῦ Πατρός σου τοῦ ἐν οὐρανοῖς καὶ προσευχόμενος ὑπακούῃ ὡς φίλος Θεοῦ. ∆ιὰ τοῦτο, ὦ ἐπίσκοποι, μελλόντων ὑμῶν εἰς προσευχὴν ἀπαντᾶν μετὰ τὴν ἀνάγνωσιν καὶ τὴν ψαλμῳδίαν καὶ τὴν ἐπὶ ταῖς γραφαῖς διδασκαλίαν, ὁ διάκονος πλησίον ὑμῶν ἑστὼς μετὰ ὑψηλῆς φωνῆς λεγέτω· «Μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει», ἵνα, ἐὰν εὑρεθῇ ἐν τισὶν ἀντι λογία, συνειδήσει κρουσθέντες δεηθῶσιν τοῦ Θεοῦ καὶ διαλλαγῶσιν τοῖς ἀδελφοῖς. Eἰ γὰρ τοὺς ἐν οἰκίᾳ τινὸς εἰσερχομένους πρὸ πάντων δεῖ λέγειν· «Eἰρήνη τῷ οἴκῳ τούτῳ», ὡς υἱοὺς εἰρήνης εἰρήνην χαριζομένους τοῖς ἀξίοις, καθὼς γέγραπται· «Τοῖς ἐγγὺς καὶ τοῖς μακράν, οὓς ἔγνω ὁ Κύριος ὄντας αὐτοῦ», πολλῷ μᾶλλον τοὺς ἐν