53
πρεσβύτερον βασιλέα ἐλθόντες, ἀπήγγελλον τὴν ἧτταν. ἅμα δὲ καὶ ναῦς οἱ Πέρσαι πρὸς τὴν διάβασιν ᾐτοῦντο. βασιλεὺς δὲ ἐπεχείρει πείθειν αὐτοὺς μένειν ἐν Βυζαντίῳ· ὡς δὲ οὐκ ἐπείθοντο, αὐτοί τε φάσκοντες κατατριβήσεσθαι μάτην, καὶ βασιλεῖ μηδὲν λυσιτελήσειν ἅμα τοῖς ἄλλοις πολιορκούμενοι Βυζαντίοις· μηδὲ γὰρ ἂν ἔξω τειχῶν μὴ ὅτι γε αὐτοὺς ἀλλ' οὐδ' αὐτὸν ἂν τὸν ἀρχισατράπην αὐτῶν ἅμα τῇ ὑπ' αὐτὸν πάσῃ δυνάμει πρὸς τὸν νέον ἀντιτάξασθαι δυνήσεσθαι βασιλέα. καὶ τῶν παρατυχόντων ὡς ἀληθῆ λέγουσιν ἅμα συνειπόντων Ῥωμαίων, ναῦς λαβόντες, ἐπεραιώθησαν πρὸς τὴν ἕω. λβʹ. Ὡς δ' ἥ τε ἐκ τῆς Περσικῆς συμμαχίας τοῦ πρεσβυτέρου βασιλέως περιῃρέθη ἐλπὶς, τά τε κατὰ τὰς νήσους πονήρως εἶχε, τῆς μὲν Λήμνου ἤδη καὶ φανερῶς ἀφεστηκυίας, τῶν ἄλλων δὲ κλονουμένων καὶ ὅσον οὔπω τὴν ἀποστασίαν καὶ αὐτῶν ἀπειλουσῶν, καὶ αἱ κατὰ τὴν ἤπειρον πρὶν ὑπήκοοι τῷ πρεσβυτέρῳ βασιλεῖ, πλείους τῶν πόλεων ἤδη συναπέστησαν πρὸς τὸν νέον· ἀπορίᾳ πάντοθεν περισχεθεὶς, πρεσβείαν δεῖν ἔγνω πρὸς βασιλέα αὖθις τὸν ἔγγονον πέμπειν. πέμπει δὲ τὸν κατὰ τὸν Ἄθω τοῦ ἱεροῦ ὄρους πρῶτον τὸν Ἰσαὰκ, καὶ ἄλλως μὲν ὄντα συνετὸν, οὐχ ἥκιστα δὲ ἀντιποιούμενον καὶ ἀρετῆς· τοιαῦτα πρὸς βασιλέα τὸν ἔγγονον πρεσβευόμενος δι' αὐτοῦ· «εἰ μὲν ἢ κατ' ἀρχὰς ἀκίνητοι πρὸς τὸ κακὸν οἱ ἄνθρωποι ἐδημιουργοῦντο παρὰ θεοῦ, ἢ ὥσπερ ἦν 1.153 δέον, αὐτεξούσιοι γεγονότες ἔμειναν ἐν τῷ ἀγαθῷ, οὐδὲν ἂν τῶν μετὰ ταῦτα παραβαθέντων ἐτολμήθη. ἐπεὶ δὲ διὰ τὴν παράβασιν εὐόλισθος πρὸς τὸ χεῖρον ἡ τῶν ἀνθρώπων γεγένηται φύσις, ἐξ ἐκείνου μέχρι καὶ νῦν πάντ' ἄνω καὶ κάτω καὶ τοῦ ἐξ ἀρχῆς ἀντικειμένου γίνεται συνεργοῦντος, ὁποῖον δή τι νῦν συμβέβηκε καὶ ἡμῖν. δέον γὰρ ἐμὲ τὴν πρὸς ἐμέ σου εὔνοιαν καὶ πρὸς πατέρα παιδὶ πρέπουσαν αἰδῶ τε καὶ τιμὴν αὐτοῖς ἔργοις καταμαθόντα, τούς σε διαβάλλειν ἐπιχειροῦντας ὡς κατ' ἐμοῦ συσκευαζόμενον δόλους, ὡς ἐχθραίνοντας ἀπωθεῖσθαι, ἐγὼ δὲ ἀπατηθεὶς, ταῖς μὲν διὰ τῶν σῶν ἔργων ἀποδείξεσιν οὐ προσέσχον, λόγοις δὲ πεπλασμένοις παρὰ τῶν συκοφαντῶν πεισθεὶς, ἤγειρα πόλεμον, οὔσης εἰρήνης. νυνὶ δὲ αὐτοῖς ἔργοις τὴν ἀβουλίαν καταμαθὼν, ἐμαυτὸν μὲν, ὥσπερ δίκαιον, καταμέμφομαι· σοὶ δὲ τούς τε τρόπους ἀγαθῷ ὄντι, καὶ τὴν εἰς ἐμὲ αἰδῶ καὶ εὔνοιαν ἴσην διατηροῦντι, ὅπως εἰς εἰρήνην ἐκ πολέμου πάλιν τὰ πράγματα ἡμῖν ἥξει, μελήσει.» Ὁ μὲν οὖν τοιαῦτα εἶπε. βασιλεὺς δὲ ὁ νέος «χάριτας» εἶπεν «ὁμολογῷ πολλὰς τῷ βασιλεῖ τῶν βασιλευόντων θεῷ, ὅτι τῇ αὐτοῦ χρηστότητι χρησάμενος καὶ περὶ ἐμὲ, οὔτ' αὐτόν τι κατὰ τοῦ ἐμοῦ κυρίου καὶ βασιλέως ἢ βουλεύσασθαι συνεχώρησεν ἢ πρᾶξαι, οὔτε τοὺς συκοφάντας ἀνελέγκτους ἄχρι τέλους διατελεῖν, ἀλλ' αὐτὸν βασιλέα μάρτυρα ἔχειν παρέσχεν, ὡς οὔτ' αὐτὸς ἀδικῶ, οὔθ' οἱ συκοφαντοῦντες ἀδικίας ἐνέλιπον οὐδεμίαν ὑπερβολήν. εἰ δ' ὁ βασιλεὺς αὐτὸς ὑπὸ διε 1.154 φθαρμένων ἀνθρώπων ἀπατηθεὶς, εἴργασται ἃ μὴ δέον, ἀλλ' ἡμεῖς γε γονέας τε εἰδότες τιμᾷν καὶ ἄν τι καὶ ἀδικώμεθα ἀνέχεσθαι, ὅσον ἂν παράσχοι θεὸς, βουλευσάμενοι δράσομεν περὶ τῶν προκειμένων.» ὁ μὲν οὖν πρέσβις τοιαύτης ἀποκρίσεως παρὰ βασιλέως τυχὼν, ἀπῆλθεν εἰς τὸ στρατόπεδον ὡς ἐκεῖ περιμενῶν, ἄχρις ἂν ὁ βασιλεὺς βουλευσάμενος ἀποκρίνηται περὶ τῆς εἰρήνης. ὁ βασιλεὺς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ, ὅ, τι χρὴ ἐβουλεύοντο πράττειν περὶ τῶν προκειμένων, ὅπως ἡ εἰρήνη γένοιτο τοιαύτη σκοποῦντες, ὡς μηδεμίαν πρόφασιν ἔχειν τοὺς συκοφάντας πρὸς ἀλλήλους διαβάλλειν τοὺς βασιλέας καὶ πόλεμον ἐπὶ λύμῃ τῶν κοινῶν πραγμάτων κινεῖν. ἐδόκει δὴ λυσιτελεῖν αὐτοῖς τε ὁμοῦ καὶ τὴν στρατιὰν καὶ πόλεις πάσας καὶ τὴν διοίκησιν τῶν κοινῶν πραγμάτων τῷ βασιλεῖ ἐπιτρέψαντας, αὐτοὺς ὑπ' ἐκεῖνον ἄγεσθαι, καὶ εἰς ὑπηκόους τελεῖν τὰ προσταττόμενα ἐκπληροῦντας· οὕτω γὰρ τοὺς διαβάλλοντας χώραν οὐδεμίαν ἂν σχεῖν, πάντων ὁμοῦ χρημάτων ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως διοικουμένων. εἰς τὴν ὑστεραίαν δὲ ὁ νέος βασιλεὺς τοὺς ἐν τέλει πάντας καὶ ἡγεμόνας καὶ τοὺς λογάδας τῆς στρατιᾶς εἰς ἐκκλησίαν συναγαγὼν, εἶπε τοιάδε· «τὰ ἐκ τοῦ πολέμου