53
υἱὸν αὐτοῦ. Οἱ μὲν ουν τῶν ̓Ισραηλιτῶν βασιλεῖς αλλος ἐπ' αλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, ̓Ασὰ δὲ ὁ τῆς ̔Ιερουσαλὴμ βασιλεὺς θεοφιλὴς ην. ου τῷ δεκάτῳ τῆς βασιλείας ετει ὁ βασιλεὺς 1.133 Αἰθιόπων στρατεύει κατ' αὐτοῦ μετὰ βαρείας δυνάμεως. ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης ̓Αζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν ειναι αὐτῷ δοτῆρα ειπε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. ̓Ασὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ' ἑνὶ τεσσαράκοντα, ̓Ιωσαφὰτ οἰκείῳ υἱῷ τὴν ἡγεμονίαν καταλιπών. ̓Αχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμὼν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς ̓Ιεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, η τοῦ βασιλέως μὲν Τύρου καὶ Σιδῶνος θυγάτηρ ην, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αυτη ναὸν τῷ οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ αλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. ̓Ηλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, ειπε πρὸς ̓Αχαάβ "ζῇ κύριος, εἰ εσται ὑετὸς εἰ μὴ διὰ λόγου μου." καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ' ἐντολὴν τοῦ θεοῦ· ενθα παρὰ κοράκων ἐτρέφετο αρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. ου ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν ουσαν μεταξὺ 1.134 Σιδῶνος καὶ Τύρου τῷ θεῷ πειθόμενος απεισι. καὶ 1.134 πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, υδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ' ἐπορεύετο ἡ γυνή, καὶ αρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ης ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν αλευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδ' ελαιον ἐκ τῆς ληκύθου, εως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφήτην παρ' αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ετρεφεν εως ὁ λιμὸς παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ῃτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ενθα ῳκει ἀνήνεγκε καὶ εθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τὸν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ ἀνέζησε. καὶ εδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ' ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ ̓Ηλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν ̓Αχαὰβ ὡς εσται ὑετός. ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χώραν απασαν κεκραταίωτο. ̓Αχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ ̓Αβδιοὺ ανδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ ευροι τοῖς ιπποις χιλόν. καὶ ὁ μὲν αλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ ̓Αβδιού, ἐρευνῶντες ποῦ αν ευροιεν χόρτον ἐν πηγαῖς η χειμάρροις. συναντᾷ τοίνυν τῷ ̓Αβδιοὺ ὁ ̓Ηλίας καὶ ῃτει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ ̓Αχαὰβ αὐτὸν ελεγεν, ιν' ἀνέλῃ, εἰ ευροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ελεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν 1.135 καὶ σώζειν ουτω, τοὺς αλλους πάντας τῆς ̓Ιεζάβελ ἀνῃρηκυίας. ὁ δὲ ωμοσε κατ' ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ ̓Αχαάβ. ἀπῆλθεν ουν ̓Αβδιοὺ καὶ ἀπήγγειλε περὶ τοῦ ̓Ηλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ηρετο ὁ διαστρέφων τὸν ̓Ισραήλ. ̓Ηλίας δέ "σὺ μᾶλλον" ειπε "καὶ ὁ οικος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ' αθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός." πάντων δὲ συνελθόντων ειπεν ̓Ηλίας ὡς "ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ