53
̓Αναιρεθῇσ. ἀναληφθῇς. ουτως ̓Ισοκράτης. ̓Αναιρεῖν. τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀναστρέφειν, καὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶς τὴν χεῖρα εἰς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν. ̓Ανδραγαθιζομένη. ἀνδριζομένη. ἀνδραγαθῶ δέ. ̓Ανδρίζω. τὸ ἀνδρὸς τὶ ποιῶ. ̔Ανδάνω. τὸ ἀρέσκω. ̓Αναποδίζω. τὸ ἐξετάζω. καὶ ὡσανεὶ συγκρούειν. ̔Ηρόδοτος· ἐπερωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα. τὸ δ' αὐτὸ καὶ ποδίζειν ελεγον. ποδίζειν γὰρ κυρίως τὸ τοῖς ποσὶν μετρεῖν τὶ χωρίον, καὶ τὴν σκιὰν μετρεῖν, πρὸς ην ἐπὶ τὸ δεῖπνον ἐβάδιζον. ̓Ανέβαλλεν. ἀναβολὴν ἐδίδου. καὶ ἀντὶ τοῦ ἀνεβίβαζε. Ξενοφῶν· οὐδεὶς αλλος βασιλέα ἐπὶ τὸν ιππον ἀνέβαλλεν. alpha.209 ̓Ανεβάλλετο. προοιμιάζετο· ἀνεκρούετο· καὶ ἀνήρχετο, καὶ ἀντὶ τοῦ ὑπερετίθετο. ̓Ανεβάλλοντο. ἀντὶ τοῦ ἐσχηματίζοντο. ̓Ανέβησεν. ἀντὶ τοῦ ἀνεβίβασεν. ουτως ̔Ηρόδοτος. ̓Ανεβρύαξαν. ἀνεθορύβησαν, ἀνέκραγον. ἐκβαλεῖν δὲ λέγουσιν ἰδίως τὸ κροῦσαι ταῖς ναυσίν. ̓Ανεβορβόρυξαν. ἀνέκραγον. ̓Ανέγνωσαν. ἀνέπεισαν, ἀνεδίδαξαν, ἠρέθισαν. ̔Ηρόδοτος· τοὺς ὀνειροπόλους ἀνεσκολόπισεν, οι μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον. ̓Ανεδέχετο. προσεδέχετο, ἐξυπέμενε. ὁ δὲ ἀνεδέχετο τὴν τοῦ δρόμου παρουσίαν. καὶ ἀντὶ τοῦ ἐξήνεγκεν. ὁ δὲ, τούτοις πιστεύων, ἀνεδέχετο τὸν πρὸς ̓Αριαράθην πόλεμον. ̓Ανεδήσαντο. ἀπηνέγκαντο. πολλὰς ἀνεδήσαντο νίκας. ̓Ανεδίδοτο. ἀνεπέμπετο. καὶ ἀνεδίδου ἀντὶ τοῦ συνεβούλευεν. ὁ δὲ, συναθροίσας τοὺς φίλους, ἀνεδίδου διαβούλιον, τί δέον ειη πράττειν. ̓Ανέδραμεν. ἀντὶ τοῦ ηὐξήθη. ουτως ̔Ηρόδοτος. alpha.210 ̓Ανεζεύγnu. ἀνέστρεφεν. ὁ δὲ μετὰ πολλῆς λείας ἀνεζεύγnu. ̓Ανέηκεν. ἀνέπεισεν. ̓Ανεκαλοῦντο. εἰς δίκην ηγον. οἱ δὲ εφοροι ἀνεκαλοῦντο αὐτὸν εἰς τὰς συναρχίας. ̓Ανελεῖν καὶ ἀνεῖλεν. ἀντὶ τοῦ εχρησεν, ο ἐστι ἐχρησμοδότησεν. ̓Ανελεῖν. ἀνατρέψαι. λέγεται καὶ ἁπλῶς οπερ αν τις ἀναλάβοιτο. ̓Ανελκυσθῆναι. ἀναχθῆναι εἰς υψος. τὸ ἱστίον μετὰ τάχους ἀνελκυσθῆναι ἐγκελευσάμενος. ̓Ανεστομώθησαν. ἀνεκρούσθησαν, η ἐπληρώθησαν. ̓Ανεσύρατο. ἐγύμνωσεν. ̓Ανεσχήκει. ἀνέτειλε. καὶ ἡ σελήνη ἀνέσχηκε λαμπρά. ̓Ανεφρόνησεν. ἐκ τῆς μέθης ἀνένηψεν. ἐπεὶ δ' ἀνεφρόνησε, διπλαῖ εννοιαι τοῦτον εἰσῄεσαν. ̓Ανεφυσῶντο. μετεωρίζοντο. Ανεχε. ἀντὶ τοῦ πάρεχε. ουτως Θεόπομπος. ̓Ανέχει. σώζει. οὐχ, ως τινες, ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης· αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν, ο ἐστὶ σώζουσιν. alpha.211 ̓Ανέχειν. καὶ τὸ βαστάζειν. καὶ μηδὲν ἐπιπολῆς ἀνέχειν. ̓Ανέχει. καὶ τὸ ὑψοῖ. καὶ τὸ ὑπέρκειται. εἰς τὸ ορος ὁ ταύτης ἀνέχει. ̓Ανεχρήσαντο. διέφθειραν. ουτως Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν. ̓Ανεχύθη. μετωχετεύθη, ἐπλήμμυρε. καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν. ̓Ανεψύχησεν. οπερ ἐν τῇ συνηθείᾳ ἀνέψυξεν. ̓Ανεῖλεν. ἀντὶ τοῦ ἐμαντεύσατο. ̓Αθηναίοις θεὸς τὰ μὲν πρῶτα χρωμένοις ἀνεῖλε φεύγειν. ̓Ανελέσθαι. συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν. καὶ ἀνείλλεται καὶ ἀνελεῖται. ̓Ανείλετο. ἀνέλαβεν. ̓Ανειλόμην. δύο δηλοῖ· τό, τε εθρεψα καὶ τὸ ἐβάστασα. ̓Ανεῖναι. ἀφεῖναι, καὶ τὸ ἀναῤῥίψαι. ἀνεῖναι κύβον. alpha.212 ̓Αναῤῥοιβδεῖ. ἀναῤῥοφεῖ ἐστί. πλεονασμῷ τοῦ ˉι ἀναῤῥοιφεῖ, καὶ ἐπενθέσει τοῦ ˉβ ἀναῤῥοιβδεῖ, τραπέντος τοῦ δασέως ˉφ εἰς τὸ ψιλὸν ˉδ. ̓Ανελίννυον. ἀνεδίδουν, ἀνεπαύοντο. παρὰ τὸ εἱλῶ, ιν' ῃ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. εἱλίνω καὶ ἐλίνω καὶ ἐλιννύω. σημαίνει τὴν λέξιν τὸ στρατεύειν διατρίβοντας η ἐγχρονίζοντας. καὶ ἐλίννυον ἀντὶ τοῦ διέτριβον, ἀνεστρέφοντο. ἀπὸ τοῦ λίνου ειρηται. δηρὸν γὰρ ἀνελίννυον αυθι μένοντες. ̓Ανέπαλτο. ἀνεπήδα. πάλλω τὸ πηδῶ. πάλλομαι, ἐπαλλόμην, ἐπάλλου, ἐπάλλετο, καὶ κατὰ συγκοπὴν επαλτο καὶ ἀνέπαλτο. ̓Ανέδεντο. ἐδεσμοῦντο. δέω, δέσω, δέδεκα, δέδεμαι, ἐδεδέμην, ἐδέδεντο, καὶ ἀνεδέδεντο, καὶ κατὰ συγκοπὴν τῆς ˉδˉε ἀνέδεντο. ̓Ανέγναμψαν. ἀνέλυσαν. τοῦτο παρὰ τὸ γόνυ, γονάμπτω, καὶ γνάμπτω, καὶ γνάμψω, καὶ ἀνέγναμψα. alpha.213 ̓Ανεωγμένοσ. οιγω, οιξω, ωγμαι, καὶ ἐν συνθέσει ἀνῶγμαι, καὶ πλεονασμῷ τοῦ ˉε ἀνέωγμαι. ̓Ανέωγα. μέσος παρακείμενος. ἀνοίγω, ηνωγα, προσθέσει τοῦ ˉε καὶ