Τοῦ ἁγίου Ἰουστίνου Φιλοσόφου καὶ Μάρτυρος πρὸς Τρύφωνα
καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
θεοῦ τὰ περὶ Ἰακώβ, τοῦ υἱωνοῦ τοῦ Ἀβραάμ, οὕτως φησί· Καὶ ἐγένετο ἡνίκα ἐκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ· καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοί, ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διά λευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ·αντοί. καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ' ὕπνους· Ἰακώβ, Ἰακώβ. ἐγὼ δὲ εἶπον· Τί ἐστι, κύριε; καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σποδοει δεῖς ·αντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω ἐκεῖ εὐχήν. νῦν οὖν ἔξελθε καὶ ἀνάστηθι ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσο μαι μετὰ σοῦ. καὶ πάλιν ἐν ἄλλοις λόγοις περὶ αὐτοῦ τοῦ Ἰακὼβ λέγων οὕτως φησίν· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄγγελος μετ' αὐτοῦ ἕως πρωΐ. εἶδε δὲ ὅτι δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. καὶ εἶπεν αὐτῷ· Ἀπόσ τειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν· Oὐ μή σε ἀπο στείλω, ἂν μή με εὐλογήσῃς. εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ εἶπεν· Ἰακώβ. εἶπε δὲ αὐτῷ· Oὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησε δὲ Ἰακὼβ καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλό γησεν αὐτὸν ἐκεῖ. καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Eἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐχάρη ἡ ψυχή μου. καὶ πάλιν ἐν ἑτέροις περὶ τοῦ αὐτοῦ Ἰακὼβ ἐξαγγέλλων ταῦτά φησιν· Ἠλθε δὲ Ἰακὼβ εἰς Λουζᾶ, ἥ ἐστιν εἰς γῆν Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ' αὐτοῦ. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκά λεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ Ἠσαῦ. ἀπέθανε δὲ ∆εβόρρα, ἡ τροφὸς Ῥεβέκκας, κα τωτέρω Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανον πένθους. ὤφθη δὲ ὁ θεὸς Ἰακὼβ ἔτι ἐν Λουζᾶ, ὅτε παρεγένετο ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν αὐτῷ ὁ θεός· Τὸ ὄνομά σου Ἰακὼβ οὐ κλη θήσεται ἔτι, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. θεὸς καλεῖται καὶ θεός ἐστι καὶ ἔσται.