σίᾳ, οὐκ ἔχει σχῆμα βεβαιωτικὸν ἐρωτησάντων ἐν τῇ κατ' ἄγνοιαν ὑπολήψει, ἀλλὰ ἀπορητικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τρόπον ὑπολήψεως τῶν ἐρωτη σάντων. ∆ηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκεί νης τῆς καταστάσεως ἐν οἷς λέγει· Ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. Ἐρώτησις ριγ. Eἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον κατὰ τὸ εἰωθὸς ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθ' ὁτιοῦν προσ θήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτίσεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουργὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε, καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισις. Ἄλλο τὸ αὐτὸ εἶναι, καὶ ἄλλο τὸ ἄλλου εἶναι· ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. Ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. Καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συντελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα (καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γινομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη), οὕτως καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος, καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. Oὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν (Σὺ γάρ, φησίν, ὁ αὐτὸς εἶ), ἀλλὰ τὴν σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως (Σφόδρα, φησίν, ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπότης καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. Καὶ καθάπερ ὁ θεὸς μὴ ποιήσας πλείονας κόσμους, καίπερ τοῦτο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐκ τούτου ἐδείχθη ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερυψοῦσθαι αὐτόν· εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους ὁ θεὸς οὐκ ἐμειώθη, οὐδ' ἄρα ποιήσας ἕνα κόσμον ηὐξήθη. Ἐρώτησις ριδ. Eἰ τὸ εἶναι τῇ δυνάμει τοῦ εἶναι τῇ ἐνεργείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν δυνάμει καὶ οὐκ ἐνεργείᾳ, τῷ τῆς ἐλατ τώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισις. Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ὑφέστηκεν, τούτων ἡ δύναμις ἐλάττων τῆς ἐνεργείας καθέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ φυσικῇ ἀνάγκῃ ἀλλὰ ἰδίᾳ βουλῇ ὑφέ στηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι. ∆ιε νοήθης, φησί, καὶ πάντα σοι πάρεστιν. Ἐρώτησις ριε. Eἰ τὸ κλίνειν τὸ γόνυ ἐν ταῖς προσευχαῖς τοῦ ἑστῶτας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι καὶ πλεῖον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διὰ τί ἐν ταῖς κυριακαῖς ἡμέραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλί