1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

53

λεγόμενος ∆ρεπαν...· καθ' ἣν ἑορτὴν ὁ Μητρόδωρος νότον φυσῆσαι λέγει. ἀλουτεῖν δὲ μέχρι πέρατος ἐδόκει τῷ πλήθει, ὡς λόγος, πρὸς ἀποφυγὴν νόσου. τῇ πρὸ ὀκτὼ εἰδῶν Νοεμβρίων τιμαὶ παρὰ τῶν γυναικῶν ἐπετελοῦντο ∆ήμητρος καὶ Εἰλειθυίας· Εἰλείθυια δέ ἐστιν ἡ τῶν τικτουσῶν ἔφορος ·πω....ν, ὥς φησι Πλούταρχος ..οίως ἑαυτὴν δ.....σειε· τοιαύτην δὲ ἐν τῷ πάθει καὶ τὴν Ἄρτεμιν ταῖς κυούσαις εἶναί φασιν. Ἄρτεμις δὲ κατὰ τὸν ἀριθμητικὸν λόγον ἐστὶν ἡ τὴν εἰς τὸ ἄρτιον ἰοῦσαν γένεσιν καὶ εἰς τοῦτο προβῆναι σπεύδουσαν ἐκβαλλομένη· διὸ δὴ καὶ μυθεύεται τὸν Ἀπόλλωνα παρὰ τῆς Λητοῦς τικτόμενον ..... δειχθέντος αὐτοῦ, αὕτη τὴν μητέρα μαιευομένη δει............. πρὸς τὸν αὐτὸν προκα............................. ἑαυτήν τε καὶ τὸν Ἀπόλλωνα ..................... .................ν μετε............................. 4.149 Τῇ πρὸ ἑπτὰ Εἰδῶν Νοεμβρίων ......... ................δεκα...............δ......... ...........................των κ..το......... .....................ιον λέγεται ὑποβάλλεσθαι κ...................σα κατὰ τὸν Αἰγύπτιον Ἑρμῆν, ὃς ἐν τῷ λεγομένῳ τελείῳ λόγῳ φησὶν οὕτως· «αἱ δὲ παραβᾶσαι ψυχαὶ τὸν τῆς εὐσεβείας κανόνα, ἐπὰν ἀπαλλαγῶσι τοῦ σώματος, παραδίδονται τοῖς δαίμοσι καὶ φέρονται κατὰ τοῦ ἀέρος σφενδονούμεναι καὶ κατὰ τὰς πυρώδεις καὶ χαλαζώδεις ζώνας, ἃς οἱ ποιηταὶ Πυριφλεγέθοντα καὶ Τάρταρον καλοῦσιν.» καὶ ὁ μὲν Ἑρμῆς περὶ μόνου τοῦ καθαρμοῦ τῶν ψυχῶν, ὁ δὲ Ἰάμβλιχος ἐν τῷ πρώτῳ τῆς περὶ καθόδου ψυχῆς πραγματείας καὶ τῆς ἀποκαταστάσεως αὐτῶν μέμνηται, τὸν ὑπὲρ σελήνης ἄχρις ἡλίου χῶρον τῷ Ἅιδῃ διδούς, παρ' ᾧ φησι καὶ τὰς ἐκκεκαθαρμένας ἑστάναι ψυχάς, καὶ αὐτὸν μὲν εἶναι τὸν Πλούτωνα, Περσεφόνην δὲ τὴν σελήνην. ταῦτα μὲν οἱ φιλόσοφοι· τῆς δὲ ἑορτῆς τὰ ἱερὰ εὐλογίαις ἐπετελοῦντο ἐπὶ τῷ ἀσβέστῳ πυρὶ τῆς Ἑστίας, περὶ οὗ Πορφύριος οὕτως φησί· «ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι, καὶ διὰ τοῦ πυρὸς αὐτοῖς ἀπαθανατίζοντες τὰς τιμὰς καὶ πῦρ ἐν τοῖς ἱεροῖς ἐφύλαττον αὐτοῖς ἀθάνατον, ὡς ὃν μάλιστα αὐτοῖς ὁμοιότατον.» ἐκ ταύτης τῆς ἡμέρας Εὔδοξος χειμῶνα λέγει. 4.150 Τῇ δὲ ἐπιούσῃ μνήμη Ῥέμου καὶ Ῥωμύλου· ὅτε Ἀμούλιος πρὸς Νομίτορα τυραννικῶς διακείμενος τὸν μὲν υἱὸν αὐτοῦ ἀνεῖλε, τὴν δὲ θυγατέρα ἱερατεύειν προσέταξε· τῆς δὲ τεκούσης, ὡς λέγουσιν, ἐξ Ἄρεος, δείσας αὐτὸς καταποντωθῆναι προσέταξε τὰ βρέφη· τῶν δὲ δορυφόρων παρὰ τὰς ὄχθας τοῦ Θύβριδος ἐκθεμένων αὐτά, λύκαινα προσελθοῦσα τὰς θηλὰς αὐτοῖς προσένειμε· ποιμὴν δὲ τοῦτο θεασάμενος ἀνέλαβε τοὺς παῖδας καὶ ὡς ἰδίους ἀνέθρεψεν, οἳ καὶ κτίζουσι τὴν Ῥώμην. ταὐτὸν καὶ παρὰ Ζωπύρῳ τῷ Βυζαντίῳ ... 4.151 Ἀπὸ δὲ τῆς πεντεκαιδεκάτης τοῦ Νοεμβρίου μέχρις ὅλου τοῦ ∆εκεμβρίου ἤργουν οἱ Ῥωμαῖοι, ἐν μόναις εὐωχίαις ἐνασχολούμενοι διὰ τὴν βραχύτητα τῶν ἡμερῶν. 4.152 Τῇ πρὸ ἑπτὰ Καλενδῶν ∆εκεμβρίων ὁ ∆ημόκριτος λέγει τὸν ἥλιον ἐν τοξότῃ γίνεσθαι. φάβα Ῥωμαίοις τὸ ἔτνος ἐδόκει καλεῖν, ἀπὸ τοῦ ζεφύρου, οὗ καταρχομένου πνεῖν πρῶτος πέφυκεν ὁ τοιοῦτος βλαστάνειν καρπός· φαβώνιος δὲ κατ' αὐτοὺς ὁ ζέφυρος καλεῖται· ὅθεν καὶ Ζεφυρίτης ὁ Μάρτιος, ὥσπερ Μονίας ὁ Ἰανουάριος ἀπὸ τῆς μονάδος, καὶ Σεμεντίλιος ὁ Ὀκτώβριος ἀπὸ τοῦ σπόρου, ὡς ἡ παλαιότης παραδέδωκεν. ὅτι ὁ παρὰ τοῦ Νουμᾶ τεθεὶς ἐνιαυτὸς ἀπὸ τοῦ Ἰανουαρίου ἄρχεται, ὁ δὲ παρὰ τοῦ Ῥωμύλου ἀπὸ τοῦ Μαρτίου. συμφωνεῖ δὲ ἡ παρὰ τοῦ Νουμᾶ χρονικὴ ἀρχὴ τῇ παρὰ τοῦ Ῥωμύλου ἄντικρυς ἀρχῇ· καὶ γὰρ ὁ Ῥωμύλος ἐκ τοῦ ἔαρος ἀρχὴν ἔλαβεν, ἀλλὰ τὸν Ἄρεος μῆνα παρεφύλαξε, καὶ Νουμᾶς δὲ ὅλως ἐπιτηρήσας ἥλιον μεσάζοντα τὸν αἰγόκερων δοκεῖ συμφέρεσθαι τῷ Ῥωμύλῳ· ὕψωμα γὰρ Ἄρεος ὁ αἰγόκερως. 4.153 ∆εκέμβριος. Ὁ ∆εκέμβριος ὡς δέκατος καὶ αὐτὸς ἀπὸ τοῦ Μαρτίου οὕτω