1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

53

παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ ἀποστόλῳ, τὸ «ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν»». Ὅτι γὰρ οὐκ εἰς τὸν υἱὸν μόνον λέλεκται τὸ τρισάγιον, ἀλλ' εἰς τὴν ἁγίαν τριάδα, μάρτυς ὁ θεῖος καὶ ἱερὸς Ἀθανάσιος Βασίλειός τε καὶ Γρηγόριος καὶ πᾶς ὁ τῶν θεοφόρων πατέρων χορός, ὅτιπερ διὰ τῆς τρισσῆς ἁγιότητος τὰς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις τὰ ἅγια Σεραφὶμ ἡμῖν ὑπεμφαίνουσι. ∆ιὰ δὲ τῆς μιᾶς κυριότητος τὴν μίαν τῆς θεαρχικῆς τριάδος οὐσίαν τε καὶ βασιλείαν γνωρίζουσι. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα». Φασὶ μὲν οὖν οἱ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξαντες λιτανεύοντος τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἐπὶ Πρόκλου τοῦ ἀρχιεπισκόπου γεγενημένην, ἀφαρπαχθῆναι παιδίον τοῦ λαοῦ καὶ οὕτω μυηθῆναι ὑπ' ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον «ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς» καὶ αὖθις ἐπιστραφέντος τοῦ παιδίου καὶ τὸ μυηθὲν ἀπαγγείλαντος ᾆσαι τὸν ὕμνον ἅπαν τὸ πλῆθος καὶ οὕτω κοπάσαι τὴν ἀπειλήν. Καὶ ἐν τῇ ἁγίᾳ δὲ καὶ μεγάλῃ τῇ οἰκουμενικῇ τετάρτῃ συνόδῳ, τῇ ἐν Χαλκηδόνι φημί, οὕτως ὑμνηθῆναι ὁ τρισάγιος οὗτος ὕμνος παραδέδοται· οὕτω γὰρ τοῖς πεπραγμένοις τῆς αὐτῆς ἁγίας συνόδου ἐμφέρεται. Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι' ἀγγέλων μυηθεῖσαν καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τοσῶνδε ἁγίων πατέρων συνόδῳ κυρωθεῖσαν καὶ βεβαιωθεῖσαν καὶ πρότερον ὑπὸ τῶν Σεραφὶμ ὑμνηθεῖσαν τὴν τρισάγιον ᾠδὴν ὡς τῆς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει καὶ δῆθεν διορθωθῆναι ὡς τῶν Σεραφὶμ ὑπερβάλλοντος. Ἀλλ' ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας. Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς». 55 Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται (καθ' αὑτὴν γὰρ οὐχ ὑφέστηκεν), ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴδει θεωρουμένη φύσις, ἢ ὁλικῶς ἡ αὐτὴ ἐν προσλήψει συμβεβηκότων ἐν μιᾷ ὑποστάσει καὶ λέγεται ἐν ἀτόμῳ θεωρουμένη φύσις. Ὁ οὖν θεὸς λόγος σαρκωθεὶς οὔτε τὴν ἐν ψιλῇ θεωρίᾳ κατανοουμένην φύσιν ἀνέλαβεν (οὐ γὰρ σάρκωσις τοῦτο, ἀλλ' ἀπάτη καὶ πλάσμα σαρκώσεως) οὔτε τὴν ἐν τῷ εἴδει θεωρουμένην (οὐ γὰρ πάσας τὰς ὑποστάσεις ἀνέλαβεν), ἀλλὰ τὴν ἐν ἀτόμῳ τὴν αὐτὴν οὖσαν τῷ εἴδει (ἀπαρχὴν γὰρ ἀνέλαβε τοῦ ἡμετέρου φυράματος), οὐ καθ' αὑτὴν ὑποστᾶσαν καὶ ἄτομον χρηματίσασαν πρότερον καὶ οὕτως ὑπ' αὐτοῦ προσληφθεῖσαν, ἀλλ' ἐν τῇ αὐτοῦ ὑποστάσει ὑπάρξασαν. Αὐτὴ γὰρ ἡ ὑπόστασις τοῦ θεοῦ λόγου ἐγένετο τῇ σαρκὶ ὑπόστασις, καὶ κατὰ τοῦτο «ὁ λόγος σὰρξ ἐγένετο», ἀτρέπτως δηλαδή, καὶ ἡ σὰρξ λόγος ἀμεταβλήτως, καὶ ὁ θεὸς ἄνθρωπος· θεὸς γὰρ ὁ λόγος, καὶ ὁ ἄνθρωπος θεὸς διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν φύσιν τοῦ λόγου καὶ τὴν ἐν ἀτόμῳ φύσιν· οὔτε γὰρ τὸ ἄτομον ἤγουν τὴν ὑπόστασιν κυρίως καὶ μόνως δηλοῖ οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν μιᾷ τῶν ὑποστάσεων θεωρουμένην καὶ ἐξεταζομένην. Ἄλλο μὲν οὖν ἐστιν ἕνωσις, καὶ ἕτερον σάρκωσις· ἡ μὲν γὰρ ἕνωσις μόνην δηλοῖ τὴν συνάφειαν, πρὸς τί δὲ γέγονεν ἡ συνάφεια, οὐκέτι. Ἡ δὲ σάρκωσις, ταὐτὸν δ' ἐστὶν εἰπεῖν καὶ ἐνανθρώπησις, τὴν πρὸς σάρκα ἤτοι πρὸς ἄνθρωπον συνάφειαν δηλοῖ, καθάπερ καὶ ἡ πύρωσις τὴν πρὸς τὸ πῦρ ἕνωσιν. Αὐτὸς μὲν οὖν ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ ἑρμηνεύων τὸ «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» οὕτω φησίν· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ λόγου φύσιν