παρελθὸν ἔτος χειρώσασθαι Ῥωμαϊκὴν πόλιν Μαντζικίερτ λεγομένην ὁ τῶν Περσῶν ἀρχηγὸς (σουλτάνον οἶδε τοῦτον ἡ ἐκείνων καλεῖν φωνή), καὶ φύλακας ἐγκαταστῆσαι Τούρκους ἱκανοὺς μετὰ καὶ ∆ιλιμιτῶν, διέγνω λοιπὸν ὁ βασιλεὺς πρότερον εἰς τὸ ἄστυ τοῦτο παραβαλεῖν καὶ ἀναρρύσασθαι καὶ τῇ Ῥωμαίων ἀποκαταστῆσαι, καὶ οὕτω τοῖς ἀλλοτρίοις προσεπιβαλεῖν, ἤτοι τῷ Χλίατ, μὴ ἐκ πολλοῦ συγκειμένῳ τῷ διαστήματι. καταφρονήσας οὖν τῶν καστροφυλακούντων ἐν τῷ Μαντζικίερτ πολεμίων ὡς οὐχ ἱκανῶν ὑποστῆναι τὴν τούτου ἔφοδον, καὶ ἑτέραν μοῖραν ἀποτεμόμενος πλείστην τοῦ στρατοῦ, ἑνὶ τῶν ἐπισήμων ἐγχειρίζει τὴν στρατηγίαν αὐτοῦ, Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανιώτῃ, προσεπιδοὺς αὐτῷ καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον. ἦν δὲ τὸ ἐγχειρισθὲν ἐκείνῳ στρατιωτικὸν τὸ ἔκκριτόν τε καὶ δυσμαχώτατον, κἀν ταῖς συμπλοκαῖς καὶ τοῖς ἄλλοις πολέμοις προκινδυνεῦον καὶ προμαχόμενον, καὶ εἰς πλῆθος πολὺ προέχον τῶν ὑποκρατηθέντων τῷ βασιλεῖ. καὶ γὰρ ἐν ταῖς προηγησαμέναις μάχαις οὐ τοσαύτη περιέστη τοῖς Ῥωμαίοις ἀνάγκη μετὰ τοῦ βασιλέως, ὥστε καὶ τὴν αὐτοῦ μοῖραν, τὸ λεγόμενον συνήθως ἀλλάγιον, διακινδυνεῦσαι καὶ πόλεμον ἀγωνίσασθαι· ἀλλὰ προαρπαζόντων τὴν νίκην τῶν λοιπῶν ἔμενον οἱ τῷ βασιλεῖ 150 περιαρτώμενοι λόχοι πολεμικῶν ἀγωνισμάτων ἐκτός, καὶ τρόπον τινὰ τῆς ἐναγωνίου μάχης ἐπιλελησμένοι καὶ συμπλοκῆς. Καὶ ὁ μὲν Τραχανιώτης τοὺς ἐπιλέκτους, ὡς προδιείληπται, προσλαβόμενος, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τὸ Χλίατ φερούσης ἥπτετο. παραβοηθήσων τοῖς προαποσταλεῖσι Σκύθαις καὶ Φράγγοις (ἀπήγγελτο γὰρ μετὰ πλήθους μυριάνδρου τοὺς ἐναντίους αὐτοῖς ἐπιφέρεσθαι), καὶ ἅμα συντηρήσων ἐκτὸς τοῦ ἄστεος τοὺς καρπούς, ἵνα μὴ διαρπαγέντες ὑπὸ τῶν ἔνδον Χλιατηνῶν καὶ συγκομισθέντες σπάνιν παράσχωσι τῶν στρατῷ μεταθεμένου τοῦ βασιλέως ἐκεῖσε καὶ χρονίζοντος ἐπὶ πολιορκίᾳ τοῦ ἄστεος, καὶ διπλοῦς τούτοις ὁ πόλεμος περιρρεῖ, τὸ μὲν ἐκ τῶν ἐναντίων τὸ δὲ ἀπὸ τοῦ λιμοῦ. τοῦτο γὰρ ὁ βασιλεὺς διασκοπήσας τὸν στρατὸν διεχώρισεν, ἐλπίζων ταχέως τὸ Μαντζικίερτ, ὅπερ καὶ γέγονε, παραστήσασθαι, δι' ὀλίγου δὲ καταστῆσαι τὰ ἐπ' αὐτῷ, καὶ οὕτως τοῖς οἰκείοις παλινοστῆσαι, εἰ δέ τις καὶ πόλεμος αὐτοῖς ἐξ ἀπροόπτου συνεπιστῇ, διὰ ταχυδρόμων μετακαλέσασθαι τοὺς οἰκείους, μεγάλῳ διαστήματι μὴ ἀπέχοντας. ἀπεκομίζετο γὰρ αὐτῷ παρὰ τῶν σκοπῶν πρὸς τὴν Περσίδα τὸν σουλτάνον ἐπείγεσθαι. καὶ κατὰ τοῦτον τὸν λόγον ἡ διαίρεσις αὐτῷ τοῦ στρατοῦ καὶ οὐκ ἄλογος γέγονε, καί γε ἦν οὐκ ἀπὸ λογισμοῦ στρατηγικοῦ ἐννόημα, εἰ μὴ πεπρωμένη τις, μᾶλλον δὲ θεῖος λόγος ἀπόρρητος, τὴν ἔκβασιν εἰς τὸ ἐναντίον ἐπέστησε, καὶ πρὸς τῷ τέλει 151 τῶν ἔργων καὶ τῇ ἐκεῖθεν ἀπαναχωρήσει καὶ αὐθημερώσει προσμίξει τοῦ διαιρεθέντος στρατοῦ προκατέλαβεν ὁ σουλτάνος ἀκηρυκτί, καὶ τὰ δοκηθέντα τελεσθῆναι διεκωλύθησαν. οἱ δὲ πολλοί, ἀγνοοῦντες τὸ τῆς διαιρέσεως αἴτιον, μῶμον ἐκείνῳ προσάπτουσιν ὡς οὐκ εἰς δέον ποιησαμένῳ τὸν τοῦ στρατοῦ διαμερισμόν, τῆς δὲ ὑπὲρ ἡμᾶς αἰτίας οὐδεμίαν ἔννοιαν κατὰ φρένα καὶ κατὰ θυμὸν ἐντιθέασι. Παραβαλὼν δ' ὁ βασιλεὺς εἰς τὸ Μανζικίερτ τὴν μὲν παρεμβολὴν μετὰ τῆς ὅλης παρασκευῆς ἀγχοῦ που θεῖναι καὶ χάρακα θεῖναι κατὰ τὸ εἰθισμένον παρεκελεύσατο, αὐτὸς δὲ τὸ ἔκκριτον ἀναλαβὼν τοῦ στρατοῦ περιῆλθε τὸ ἄστυ, κατασκοπῶν ὅπῃ περ εὐχερὲς τὰς προσβολὰς κατὰ τοῦ τείχους ποιήσασθαι καὶ τὰς ἑλεπόλεις προσαγαγεῖν. εἶχε γὰρ ταύτας ἐκ παρασκευῆς ξύλοις παντοίοις καὶ μεγίστοις κατωργανωμένας, καὶ φερομένας δι' ἁμαξῶν τῶν χιλίων μὴ ἀποδεουσῶν. ἤλαυνε δὲ καὶ τῶν ἄλλων βοσκημάτων εἰς δαπάνην τοῦ στρατοῦ μυριομέτρους ἀγέλας. τῶν δὲ πολεμίων ἔνδον ἀλαλαζόντων τὸ ἐνυάλιον καὶ τὰ ξίφη παραγυμνούντων καὶ ὅπλοις ἑκηβόλοις χρωμένων, μετὰ τῆς ἀσπίδος ὁ βασιλεὺς περιιππεύσας τὸ τεῖχος ἐπανῆλθεν