μὴ παντάπασιν τὴν τοῦ ὀφθαλμοῦ ἀναλογίαν ἐπὶ τῆς ψυχῆς ἀπωθώμεθα, ὁ μὲν ἀκριβεστέρα τις οὐσία τῆς ψυχῆς ἔστω τε καὶ λεγέσθω· τὴν δὲ ἐκεῖθεν ἐνδιδομένην ἔλλαμψιν τῇ ψυχῇ εἴ τις ὀφθαλμὸν ἐκείνης καλεῖν βούλοιτο, οὐ πάντη μεμψόμεθα. [δε ξολλιγατιονε ανιμαε ξυμ ξορπορε] Οὐ φυσικοῖς μόνον δεσμοῖς, ὡς ᾠήθης, ἀλλὰ καὶ δημιουργικοῖς λόγοις ἡ ψυχὴ πρὸς τὸ σῶμα συνδέδεται· ὥστε οὐδὲ διαλύεται τὸ σύνθετον ἐξ ἀμφοῖν ἀεὶ τῶν φυσικῶν χαλωμένων δεσμῶν, ἀλλ' ἀντισχύοντες οἱ 97 δημιουργικοὶ βιώσιμον ἔτι τὸ ζῷον ἐργάζονται. πολλάκις δὲ καὶ τῆς φύσεως ἀπειρηκυίας ὁ δημιουργικὸς λόγος τὴν παρ' ἑαυτοῦ ἐπιβληθεῖσαν δέσιν ἀνίησιν, οὐχ ὡς ἑπόμενος ταύτῃ ἀλλ' ὡς κατάρχων αὐτῆς. ἐπειδὴ γὰρ καὶ φύσις τὰς ἡμετέρας συνδεῖ πρὸς τὸ σῶμα ψυχὰς καὶ πρὸ ταύτης θεός, διὰ ταῦτα ἔχει τινὰ καὶ αὕτη πρός τε τὴν σύνθεσιν καὶ πρὸς τὴν λύσιν συντέλειαν. ἀλλ' ὁ μὲν ἐκ ταύτης δεσμὸς ὑποπίπτει τοῖς φυσικοῖς, καὶ διαλύονταί γε τὰ ζῷα πῇ μὲν θάλπεσιν ἐξαισίοις, πῇ δὲ ὑπερβολαῖς ψύξεων, καὶ τοῦτο οὐ πάντοτε, ἀλλ' ἡνίκα ἐπιτάξει θεὸς ὁ καὶ τῆς φύσεως δημιουργός· ὁ δέ γε λόγος καὶ τὴν φύσιν ἀπαγορεύσασαν ἐπιρρωννύει πολλάκις καὶ τῶν ἔξωθεν φυσικῶν κατακρατεῖ αἰτιῶν. καὶ οἱ μέν γε φυσικοὶ δεσμοί, εἰ μή τις ἔξωθεν σφοδρότητος ἐπέλθοι αἰτία, κατὰ βραχὺ ἀνεῖνται, καὶ ἐπὶ τούτοις τὸ μὲν ζῷον ψυχορραγεῖ· οἱ δέ γε δημιουργικοὶ «ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ», ὅ φησιν ὁ θεῖος ἀπόστολος, τὴν λύσιν τῷ ζῴῳ ἐπάγουσιν. ἔστι δέ τις καὶ παρ' ἡμῖν αἰτία τῆς διαλύσεως, οὐκ ἔξω μὲν οὔτε τῆς φύσεως οὔτε τῆς θειοτέρας δυνάμεως πίπτουσα, ἀλλ' ὅμως οἰκείαν περιγραφὴν τὴν κατὰ προαίρεσιν ἡμῶν διέξοδον ἔχουσα. οἱ γὰρ ἑαυτοὺς ἀπάγχοντες ἢ κατὰ πελάγους ῥιπτοῦντες καὶ φυσικῶς καὶ οὐ φυσικῶς ἀποθνῄσκουσιν· οὐ φυσικῶς μὲν ὅτι ἰσχύοντος ἔτι τοῦ τῆς φύσεως δεσμοῦ ἑαυτοὺς παρὰ ταύτην χωρίζουσι τῆς ζωῆς, φυσικῶς δὲ ὅτι ἡ στραγγάλη περιλαβοῦσα τὸν τράχηλον καὶ τόν γε αὐλὸν τοῦ πνεύματος συμπιέσασα ἀπέσφιγξέ τε τὸν ἀγχόμενον καὶ ἀπώλεσε. καὶ τριῶν τούτων ἀρχῶν ἐμφανταζομένων ἡμῖν, τῆς τε πρώτης καὶ κρείττονος, τῆς φυσικῆς τε καὶ τῆς ἐν ἡμῖν, οὐκ ἔστι καθαρῶς καὶ ἀπολύτως περὶ ἑκάστης εἰπεῖν· τοῦτο μὲν ὅτι μηδὲ δυνατὸν ἡμῖν διευκρινῆσαι τὰς τοιαύτας αἰτίας, τοῦτο δὲ ὅτι καὶ διάλληλός ἐστιν ἡ μίξις αὐτῶν. πλὴν ἡ δημιουργικὴ πρωταίτιός ἐστι καὶ οὐχ ὑπάγεται ταῖς ἑτέραις, ἀλλὰ ταύτῃ μὲν βουλομένῃ τόδε τι δρᾶσαι ἡ φύσις ὑπείκει, πρὸς δέ γε ταύτην ἀντίθετος ἐκείνη κατὰ λόγους ἀπορρήτους γίνεται. Οὐδὲν οὖν καινὸν εἰ καὶ φυσικῶς ζῶντες καὶ ταῖς ὥραις τρεπόμενοι καὶ ταῖς ὑπερβολαῖς τούτων τῶν ἐντεῦθεν ἀπολυόμεθα. μὴ θαυμάσῃς δὲ εἰ μὴ καὶ πάοαις βολαῖς ἀπολλύμεθα· ὁ γὰρ τὴν ψυχὴν ἐν τῷ σώματι συνδήσας θεὸς οὐχ ὁμοίως πᾶσι τοῖς μέρεσι τούτους συνέδησεν, ἀλλὰ τοὺς μὲν ζωτικούς, τοὺς δὲ προαιρετικοὺς ἀπειργάσατο, τοὺς δ' ἄλλως ἐπέθηκεν ἀμφοῖν τοῖν μεροῖν. ὅθεν οἱ μὲν λυόμενοι τὸ ζώπυρον τῆς ἡμετέρας γνώμης ἀποσβεννύουσιν, οἱ δὲ τὸ βιώσιμον τῆς ζωῆς ἀπολλύουσιν, οἱ δ' οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν μερῶν ἡμᾶς ἀκρωτη98 ριάζοντες οὔτε ταῖς γνώμαις ἐπισκοτοῦσιν οὔτε τὴν ζωὴν ἀφαιροῦνται. μὴ οὖν συγκέχυσο περὶ <τὰς> τρεῖς ταύτας αἰτίας περιπλανώμενος, ἀλλὰ διευκρίνει ἑκάστην ὁπόσον δυνατὸν καὶ μετ' ἀλλ[ήλων] συμπάσας θεώρει. εἰ δὲ μὴ καθόλου τὴν φύσιν νικῴη θεός, καινὸν οὐδέν, ἀλλὰ καὶ μάλιστα εὔλογον· οὓς μὲν γὰρ κατὰ φύσιν συνέστησεν, οὐδὲ τῶν φυσικῶν ἀπολύει δυνάμεων, οἷς δὲ ὑπὲρ φύσιν τὴν ζωὴν ἀπεκλήρωσε, τούτοις νεωτέραν τὴν διεξαγωγὴν ἀποδέδωκεν. Περὶ τοῦ πῶς ἡ ψυχὴ τοῦ σώματος εἰσκρίνεται καὶ πῶς διαλύεται