οὖτος ὁ νόμος κατηγορίας καὶ ἀπολογίας, κἀντεῦθεν ἡ ἀκριβὴς τῶν πραγμάτων δοκιμασία εὑρίσκεται. ὁ δὲ καινὸν εἶδος γραφῆς εἰς τὴν πολιτείαν εἰσήγαγεν, οἴκοι μᾶλλον καὶ ἐν παραβύστῳ τοξεύων· καὶ διώκων μὲν οὐδενὸς φεύγοντος, μόνος δὲ καὶ γράφων καὶ ἀποφαινόμενος καὶ παρ' ἑαυτῷ κριτῇ δοκιμάζων καὶ ἐγγράφων τὰ δόξαντα. Ἀλλ' οὐχ οὕτως ἔχει, ὦ βέλτιστε, οὐδ' ἐπὶ τῇ τοῦ διώκοντος δόξῃ τὰ τοῦ φεύγοντος ταλαντεύεται πράγματα, ἀλλ' ἐπὶ ταῖς τῶν δικαζόντων γνώμαις ἡ τῶν λεγομένων κεῖται ἀναφορά. ὁ δὲ τὴν κρίσιν τῶν δικαστῶν ἀπωσάμενος, ἑαυτὸν δὲ καθίσας ὧν διώκει κριτήν, δυοῖν, θάτερον, ἢ τὴν ἔμμιξιν δεδιὼς καὶ οὐ θαρρῶν τὸν ἀγῶνα, ἀλλὰ τοὺς τῆς ψευδολογίας ἐλέγχους φοβούμενος, αὐτόθεν τυγχάνει κατάκριτος, ἢ ἀνόητός ἐστι πάντη, τοῖς ἰδίοις πάθεσι διαιτᾶν οὐκ εἰδώς, ὡς δεκάσει πάντως τὴν κρίσιν, τὰ οἰκεῖα περιέπων γεννήματα καὶ ὡς ἀγάλμασιν ἐνατενίσειε ταῖς σκιαῖς. ἀλλ' Ἀπελλῆς μὲν καὶ Λύσιππος οἱ γραφεῖς τὴν ἑτέρου κρίσιν ἕκαστος εἰς τὰς οἰκείας παρεισῆγε γραφάς· οὔτε δὲ Λύσιππος ἑαυτῷ ἐν πᾶσιν ἐχρᾶτο, καὶ Ἀπελλῆς ἦν οὐδαμοῦ. ὅτι δὲ οὗτος ᾤετο καὶ τῶν πάντων πλέον ἐδόκει φρονεῖν, δῆλον ἐξ ὧν, τῆς περὶ τὸν νομοφύλακα ψήφου δοθείσης, καὶ πλείστων ὅτι δικαστῶν καὶ τῆς λοιπῆς λογιότητος ἐπισυνδραμόντων τῷ πράγματι καὶ συναινεσάντων τῇ ψήφῳ, οὐδεὶς οὔτε τῶν παρόντων οὔτε τῶν ἀπόντων ἄλλο τι παρὰ τὰ δόξαντα λέγειν ᾤετο δεῖν· τῶν γὰρ κρειττόνων ἡ μαρτυρία πρὸς ἑαυτὴν τὰς πάντων δόξας συνήθροιζε. Μόνος δέ, ὡς ἔοικεν, οὗτος ὁ ὑπερνέφελος, καὶ πλέον τι τῶν τοῦ ∆ιὸς δέλτων εἰδώς, οὐρανῷ καὶ γῇ καὶ πυρὶ καὶ θαλάσσῃ τὴν ἑαυτοῦ γνώμην ἀντέθηκεν, οὐ δημοσίᾳ φωνήσας, τάχα γὰρ ἂν λάϊνον ἔδυ χιτῶνα κατὰ τὸν ποιητήν, ἀλλ' εἰς τὸν ὀπισθόδομον τοῦ θεοῦ γράψας τὰ δόξαντα, ἵνα καὶ γράψῃ καὶ λάθῃ γράψας· καὶ τάχ' ἂν ἔλαθεν εἰ μὴ τῆς χειρὸς ἡ ἀπισημασία <αὐτὸν ἐφώρασεν>, ὥσπερ τινὰ τυμβωρύχον ἢ ἱερόσυλον τὸν γράψαντα ὡς ἀτόπημα. εἰ δὲ μὴ θανὼν ἦν, καὶ εἰς δικαστήρια ἂν εἰσῆγον καὶ δίκας τῶν τετολμημένων ἀπῄτησα, ὅτι βασιλέως ἀνεῖλε ψῆφον ἢ ἀνελεῖν ἔσπευσε, καὶ τοῖς δοκιμάσασιν ἡμῖν τὸν ἄνδρα καὶ οὕτως ἐγκρίνασι τὴν ἐναντίαν ἐβάδισεν· οἷς γὰρ τῷ δοκιμασθέντι ἐμέμψατο, τούτοις κακίζει τοὺς δοκιμάσαντας. νῦν δὲ ὁ μὲν ἐκεῖθεν τιννύτω τὰς δίκας, τῆς ἀκολάστου γλώσσης φημί, οὐδὲν ἧττον ἢ Τάνταλος ὑπερτέλλοντα πέτρον φοβούμενος καὶ τιμωρίαν ταύτην ἐναέριον ὑφιστάμενος· ὁ δὲ λόγος ἐνταῦθα ἐξεταζέσθω, καὶ τῆς τοῦ πατρὸς ὀμφακοφαγίας ὑφιστάσθω τὴν αἱμωδίαν. Ἀλλ' ἡ μὲν εὐθύνη τοῦ λόγου ὀλίγον ἀναμεινάτω, τῷ δὲ περὶ τὸν νομοφύλακα λόγῳ ἐνδιατρίψωμεν, ὅν αἰσχυνοίμην ἀπολογούμενος ἢ σιγῶν, καὶ σιωπῶν ἢ συνιστάμενος. ἀμφότερα γάρ μοι ἀμφιδεξίως περίεστι, τὸ μὲν διὰ τὴν τοῦ γεγραφότος ἄνοιαν, τὸ δὲ διὰ τὴν περὶ αὐτὸν αἰδῶ καὶ ψυχικὴν πάλαι ἀνάκρισιν· ὃν ᾤμην μόνον ἐγὼ τὰς λαβὰς ἐκπεφευγέναι τῶν ὑβριστῶν, καὶ ἀνάλωτον εὑρεθῆναι καὶ αὐτοῖς τοῖς βασκαίνουσι, τὸ μὲν λόγῳ νικῶντα, τὸ δὲ αἰδοῖ χειρούμενον καὶ τῇ περὶ αὐτὸν κοσμιότητι. ὃν τί σὺ παθών, ἢ μᾶλλον ποίῳ συνελαθεὶς δαίμονι, κακῶς ἐπήρθης εἰπεῖν καὶ ἀλογίαν τῷ λόγῳ προστρίψασθαι, καὶ τῷ Ἑρμῇ μὲν τὸ ἀνόητον, τῇ δὲ μούσῃ τὴν ἀμουσίαν προσενεγκεῖν, ὃς γραμματικῆς μὲν πᾶσαν ἐξεπαιδεύθη φωνήν, ποιητικῆς δὲ τὸ ὑποκριτικὸν εἰς ἄκρον ἐξήσκησεν, ὀρθογραφίας δὲ οὐδενὶ παρεχώρησεν, ὁποτέρας βούλει εἴτε τῆς ἐν συλλήψει καὶ διαστάσεσι συλλαβῶν, εἴτε τῆς ἄλλης, ἢ νῦν μᾶλλον σπουδάζεται; ῥητορικῇ δὲ οὕτω τὴν γλῶτταν ἐνίσχυσεν, ἢ ῥητορικὴν τῇ γλώττῃ ἐκράτυνεν, ὡς μέχρι μόνου τοῦ βήματος ἁμιλλᾶσθαι τῷ ῥήτορι, τὰ δ' ἄλλα μηδὲν Φωκίωνος ἔχειν τὸ ἔλαττον, ὃς κἀκείνου κόπις ὠνομάζετο; εἰ δὲ καὶ τόνῳ δεῖ δοῦναι