1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

53

ἀσεβεῖς, ἃ προεῖπεν δηλονότι. ἀποφαντικῶς δὲ καὶ οὗτος εἰρηκώς, ὅτι πάντως ταῦτα ἔσται τοῖς ἀσεβέσιν, ἥμαρτε μὴ προσθεὶς τὴν διαίρεσιν· οὐ γὰρ πάντως ἐνταῦθα ἡ ἀπόδοσις, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι. 163 ΚΕΦΑΛΑΙΟΝ ΤΡΕΙΣΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις; Προθεωρία τοῦ κεφαλαίου. οἱ μὲν φίλοι τῷ Ἰὼβ ἐπιτιμῶσιν ὡς περιττὰ θρασυνομένῳ, ὁ δὲ ὡς βαρεῖς ὄντας ἐν τοῖς ὀνείδεσιν αἰτιᾶται καί φησιν ὅτι· τοῦτο μόνον ὑμᾶς γνῶναι θέλω, ὅτι θεός ἐστιν ὁ τὰς ἀνηκέστους μοι ταύτας πληγὰς ἐπαγαγών, ἵνα τοῦτο γνόντες φοβηθῆτε, μὴ τοῖς ἰσοστασίοις καὶ ὑμᾶς περιβάλῃ κακοῖς. μέμφεται δὲ ὡς κατὰ πρόσωπον αὐτὸν κακολογοῦντας· δῶμεν γάρ, φησίν, ὅτι μὴ καθηκόντως φθέγγομαι, ἀλλ' ὑμᾶς οὐκ ἔδει φίλους ὄντας ἐπιτρίβειν μοι τὰς συμφοράς. ταῦτα πρὸς τοὺς φίλους εἰρηκὼς πάλιν ἐκδιηγεῖται τὰ αὐτὸν συνέχοντα δεινὰ ἑαυτόν τε πείθων κἀκείνους ὡς ὑπὲρ ἁμαρτίας ἀνθρωπίνας αἱ τιμωρίαι καὶ ἐχθροῦ μᾶλλόν εἰσιν αἱ τοιαῦται πληγαί. ὄντως γὰρ ἐχθρὸς ἦν ὁ οὕτως αὐτῷ χρώμενος, εἰ καὶ αὐτὸς τὴν αἰτίαν ἠγνόει τῆς συγχωρήσεως. εἶτα παρακαλεῖ, ἵνα εἰ καὶ μὴ ὡς δίκαιον ἐπαισχύνονται, ἀλλ' ὡς φίλον ἐλεήσωσιν. καὶ ἐπεύχεται γραφῇ παραδοθῆναι αὑτοῦ τὰ ῥήματα, ἵνα διαδόσιμα καὶ ταῖς ἐφεξῆς γένωνται γενεαῖς, ὃ δὴ καὶ γέγονε, καὶ οὐκ ἀπέτυχέ γε τῆς εὐχῆς ὁ δίκαιος. καὶ μέμφεται τοῖς φίλοις ὡς ἀναζητοῦσιν, πῶς αὐτὸν τοῖς λόγοις πλήξωσιν, καὶ παραινεῖ παύσασθαι τῶν ὀνειδισμῶν τοῦ θεοῦ τὸ κρίμα διευλαβουμένους. 164 Αἱ λέξεισ 19, 2 ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; ἡ τῶν λόγων βαρύτης ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ κάμνειν αὐτὴν παρασκευάζει. τὸ δὲ καθαιρεῖτέ με λόγοις ἀντὶ τοῦ· καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δικαιολογίας. 19, 3 γνῶτε μόνον, ὅτι ὁ θεὸς ἐποίησέ μοι οὕτως. ἵνα καὶ ὑμεῖς φοβηθῆτε οὕτω ἐπεμβαίνειν τῷ κάμνοντι, μὴ τοῖς ἴσοις ὑμᾶς περιβάλλῃ κακοῖς. 19, 3 καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι, ἐπίκεισθέ μοι. βαρὺ μέν, φησίν, καὶ τὸ ἀπόντων καταλαλεῖν· ὑμεῖς δὲ ἀνερυθριάστως καὶ κατὰ πρόσωπον λοιδορεῖτέ με. 19, 45 ναὶ δή, ἐπ' ἀληθείας ἐγὼ πεπλάνημαι, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥήματα, ἃ οὐκ ἔδει· τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. ἔα δέ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδη. δῶμεν, φησίν, ὅτι κατὰ ἀλήθειαν ἐγὼ πλανῶμαι, καὶ πλάνον τι πνεῦμα οἰκοῦν ἐν ἐμοὶ παρασκευάζει, μὴ κατὰ τὸ δέον φθέγγεσθαι μηδὲ κατὰ καιρὸν τοὺς λόγους προφέρειν· ἀλλὰ ὑμᾶς οὐκ ἔδει οὕτως κατεπαίρεσθαί μου καὶ μεγάλους ἑαυτοὺς ἐπιδεικνύναι καὶ δικαίους κατὰ τοῦ δυστυχοῦντος καὶ ἐνάλλεσθαί μοι καὶ ἐπιπηδᾶν καὶ καταπατεῖν ταῖς ὕβρεσιν. 165 19, 6 γνῶτε οὖν, ὅτι κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. ὁ ταράξας ἀντὶ τοῦ· ὁ ἐν τοσαύτῃ συγχύσει τὰ κατ' ἐμὲ καταστήσας καὶ ὥσπερ ὀχυρώματι καὶ τείχει τινὶ πανταχόθεν με περικλείσας ταῖς συμφοραῖς. ἢ καὶ οὕτως· ὥσπερ τι διατείχισμα μεταξὺ ἐμοῦ τε καὶ ἑαυτοῦ ὕψωσεν, ἵνα εἴπῃ ὅτι· ἀπέστησεν ἀπ' ἐμοῦ τὴν οἰκείαν βοήθειαν. 19, 7 ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω, κεκράξομαι καὶ οὐδαμοῦ κρίμα. βέλτιον δέ, οἶμαι, ἐστὶ τὸ μόνον γελᾶν ἐπὶ τοῖς ὑμετέροις ὀνειδισμοῖς καὶ μὴ ἀποκρίνεσθαι. τί γὰρ καὶ κράξω μήπω τῆς ἀποφάσεως δεικνύσηςκρίμα γὰρ τὴν ἀπόφασιν λέγει, πότερον ἐγὼ τἀληθῆ λέγω ἢ ὑμεῖς οἱ μάτην μου καταψευδόμενοι; 19, 811 κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ. ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. τὴν δὲ δόξαν μου ἀπ' ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου. διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. ἀδιεξίτητά μοι, φησίν, τὰ κακά· καὶ ὥσπερ οἱ κυκλοτερῶς ὑπὸ τεῖχος ἀπειλημμένοι ἢ ἀορασίᾳ τὰς ὄψεις ἐμποδιζόμενοι περαιτέρω προελθεῖν οὐ δύνανται, οὕτως ἀμηχανῶ τῶν συμφορῶν ἔξω γενέσθαι. στέφανον δὲ ἀφῃρῆσθαι λέγει, ἢ ὅτι καὶ αὐτὸς βασιλεὺς ἐτύγχανεν, ἢ ὅτι .... καὶ τὴν πᾶσαν εὐημερίαν μεληδόν, φησίν, διέ