παρ' ἐμοῦ, ταῦτα ἡ ὑμετέρα πίστις προὔλαβε· καὶ πεπλήρωται κατὰ Χριστοῦ χάριν τὰ τῆς κοινῆς ὑμῶν πάντων εὐχῆς. Συγχαίρω τοίνυν ὑμῖν· πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε. Καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι, καίπερ πολλὰ πάσχων λυπηρὰ, οὐδεμίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. Εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ' ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς ὡς συνὼν ὑμῖν διῆγε. Καὶ ἔγωγε, ἀγαπητοὶ, τὸν γενόμενον κατ' αὐτοῦ πάντα πειρασμὸν οὐκ ἄδοξον ἡγοῦμαι γεγενῆσθαι· καὶ γὰρ καὶ ἡ ὑμετέρα καὶ ἡ τούτου πίστις ἐγνώσθη παρὰ πᾶσι καὶ δεδοκίμασται. Εἰ γὰρ μὴ τοσαῦτα συμβεβήκει, τίς ἂν ἐπίστευσεν ἢ ὑμᾶς τοσαύτην κρίσιν καὶ τοσαύτην ἀγάπην περὶ τὸν τηλικοῦτον ἐπίσκοπον ἔχειν, ἢ ἐκεῖνον τοσαύταις ἀρεταῖς περιβεβλῆσθαι, δι' ἃς καὶ τῆς ἐν οὐρανοῖς ἐλπίδος οὐκ ἀλλότριος γένοιτο; Ἐπέτυχε τοίνυν οἱῳδήποτε τρόπῳ, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι, καὶ ὁμολογίας ἔνδοξον μαρτυρίαν. ∆ιαφόρως γὰρ κατά τε γῆν καὶ κατὰ θάλατταν πολλὰ χειμασθεὶς, τὴν σκευωρίαν πᾶσαν τῆς Ἀρειανῆς αἱρέσεως κατεπάτησε, καὶ πολλάκις διὰ φθόνον καὶ εἰς κίνδυνον ἐπιβουλευθεὶς κατεφρόνησε θανάτου, φρουρούμενος ὑπὸ τοῦ παντοκράτορος Θεοῦ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐλπίζων ἅμα καὶ τὰς ἐπιβουλὰς ἐκκλίνειν, καὶ ἀποκατασταθήσεσθαι πρὸς ὑμετέραν παράκλησιν, φέρων ὑμῖν ἅμα ἐκ τῆς ὑμετέρας συνειδήσεως μείζονα τὰ τρόπαια. Ἐν οἷς καὶ ἄχρι τερμάτων πάσης τῆς γῆς ἔνδοξος ἐγνώσθη, δοκιμασθεὶς ἐκ τοῦ βίου, παρρησιασάμενος μὲν τῇ προθέσει καὶ τῇ οὐρανίᾳ διδασκαλίᾳ, ἀποδειχθεὶς δὲ ἀθανάτῳ κρίσει παρ' ὑμῶν ἀγαπώμενος. Ἐπανέρχεται τοιγαροῦν πρὸς ὑμᾶς λαμπρότερος νῦν ἢ ὅτε παρ' ὑμῶν ἀπεδήμησεν. Εἰ γὰρ καὶ τὰς τιμίας ὕλας, χρυσὸν δὴ λέγω καὶ ἄργυρον, εἰς καθαρότητα τὸ πῦρ δοκιμάζει, τί ἄν τις εἴποι κατ' ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς τοσούτων θλίψεων πυρὰν καὶ κινδύνους νικήσας ἀποδίδοται νῦν ὑμῖν, ἀθῷος οὐ παρ' ἡμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδεχθείς; Ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοὶ, μετὰ πάσης τῆς κατὰ Θεὸν δόξης τε καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον, μετὰ τούτων οἵ τινες αὐτῶν κοινωνοὶ γεγόνασι· καὶ χαίρετε τῶν εὐχῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν' οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις γραφαῖς ἐθρέψατέ τε καὶ ἐποτίσατε. Καὶ γὰρ καὶ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παραμυθεία γεγόνατε· καὶ διωκόμενον καὶ ἐπιβουλευόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. Ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν, καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις, καὶ τὴν ἔνδοξον τῶν συντρεχόντων ἑορτὴν, καὶ τίς ἐκείνη ἡ ἡμέρη ὑμῖν καὶ ποία ἔσται, ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυσαμένων δὲ τῶν προγενομένων, καὶ τῆς πολυτιμήτου κατ' εὐχὴν ἐπανόδου εἰς εὐφροσύνην τινα πληρεστάτης χαρᾶς συναπτούσης τοὺς πάντας. Ἡ τοιαύτη χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει, οἷς θεόθεν καὶ τοῦτο συγκεχωρῆσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. Εἰς εὐχὴν οὖν τὴν ἐπιστολὴν τελειῶσαι καλόν. Ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ὁ τούτου Υἱὸς, ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς, διηνεκῆ τὴν χάριν ταύτην ὑμῖν παράσχοι, διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ' ὑμᾶς ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα μένοι, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,» διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τῷ παντοκράτορι Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ἀγαπητοὶ ἀδελφοί. Τούτοις πεπιστευκὼς τοῖς γράμμασιν Ἀθανάσιος ἐπὶ τὴν ἀνατολὴν παρεγένετο. Κωνστάντιος δὲ ὁ βασιλεὺς οὐκ ἀπεχθῶς μὲν τότε ἀπεδέξατο, σοφίζεσθαι δὲ αὐτὸν ἐπεχείρει ἐκ