1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

53

φασιν. Καὶ οἱ Νομάδες δέ, οἱ ἡμέτεροι πρόσχωροι-τοὺς Ἰσμαηλίτας λέγω, τοὺς ἐν ταῖς ἐρήμοις βιοτεύοντας καὶ μηδὲν τῶν Ἑλληνικῶν ξυγγραμμάτων ἐπισταμένους- ἀγχινοίᾳ καὶ ξυνέσει κοσμοῦνται καὶ διάνοιαν ἔχουσι καὶ ξυνιδεῖν τἀληθὲς δυ 5.74 ναμένην καὶ διελέγξαι τὸ ψεῦδος. Περὶ δὲ Αἰγυπτίων περιττὸν οἶμαι λέγειν· καὶ γὰρ αὐτοὶ τῶν φιλοσόφων οἱ πρῶτοι κρείττους εἶναι τούτους ἔφασαν τῶν ὀνομαστοτάτων γεγενημένων παρ' Ἕλλησιν. Ῥωμαῖοι δὲ καὶ ποιητὰς ἔσχον καὶ ξυγγραφέας καὶ ῥήτορας· καί φασιν οἱ ταύτην γε κἀκείνην ἠσκημένοι τὴν γλῶτταν καὶ πυκνότερα τῶν Ἑλληνικῶν τὰ τούτων ἐνθυμήματα εἶναι καὶ 5.75 ξυντομωτέρας τὰς γνώμας. Καὶ ταῦτα λέγω οὐ τὴν Ἑλλάδα σμικρύνων φωνήν, ἧς ἁμηγέπη μετέλαχον, οὐδὲ ἐναντία γε αὐτῇ ἐκτίνων τροφεῖα, ἀλλὰ τῶν ἐπὶ ταύτῃ μεγαλαυχουμένων ξυστέλ λων τὴν γνάθον καὶ τὴν ὀφρὺν καταστέλλων καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶτταν τῇ ἀληθείᾳ λαμπρυνομένην μηδέ γε βρενθύε σθαι ἐπὶ λόγοις κομμωτικῇ τέχνῃ πεποικιλμένοις, τῆς δὲ ἀληθείας γεγυμνωμένοις, ἀλλὰ θαυμάζειν τοὺς τῆς ἀληθείας ὑποφήτας, κομμοῦν μὲν καὶ δαιδάλλειν εὐεπείᾳ τοὺς λόγους οὐ διδαχθέντας, γυμνὸν δὲ δεικνύντας τῆς ἀληθείας τὸ κάλλος καὶ τῶν ἀλλοτρίων καὶ ἐπεισάκτων ἀνθέων ἥκιστα δεηθέντας. 5.76 Παράθετε τοίνυν, ὦ φίλοι ἄνδρες, τῷ ὕθλῳ τῶν φιλοσόφων τὴν ἁπλῆν τῶν ἁλιέων διδασκαλίαν, καὶ ἀθρήσατε τὸ διάφορον· καὶ τὰς πολλὰς τῶν ὑμετέρων βίβλων ἀριθμήσαντες μυριάδας, τὴν τῶν λόγων ἀσθένειαν καταμάθετε. Οὐδεὶς γὰρ οὔτε τοῖς ποιητικοῖς μύθοις οὔτε ταῖς τῶν φιλοσόφων ἠκολούθησε δόξαις· τῶν δὲ θείων λογίων καὶ τὴν ξυντομίαν θαυμάσατε καὶ τὴν δύνα μιν ἀνυμνήσατε καὶ μάθετε θείων δογμάτων ἀλήθειαν, σώματος θείαν διάπλασιν, ψυχῆς φύσιν ἀθάνατον καὶ τὸ ταύτης λογικὸν ἡγούμενον τῶν παθῶν καὶ τὰ πάθη ἀναγκαῖα τῇ φύσει καὶ 5.77 χρήσιμα. Ἥ τε γὰρ ἐπιθυμία προυργιαιτάτη, καὶ ὁ θυμὸς ὡσαύ τως, ὁ ταύτης ἀντίπαλος. ∆ι' ἐκείνην μὲν γὰρ καὶ τῶν θείων ὀριγνώμεθα καὶ τῶν ὁρωμένων ὑπερορῶντες τὰ νοητὰ φανταζό μεθα καὶ ἐπὶ γῆς βαδίζοντες τὸν ἐν οὐρανοῖς δεσπότην ἰδεῖν ἱμειρόμεθα καὶ ἀρετῆς ἐφιέμεθα, καὶ μέντοι καὶ διαζῶμεν καὶ ἐδωδῆς μεταλαγχάνομεν καὶ ποτῶν, καὶ πρὸς τούτοις αὔξεται 5.78 διὰ τῆς ἐννόμου παιδοποιΐας τὸ γένος. Ὁ δέ γε θυμὸς ξυνεργὸς ἐδόθη τῷ λογισμῷ, ἵνα τῆς ἐπιθυμίας κωλύῃ τὴν ἀμετρίαν. Ἐπειδὴ γὰρ καὶ πέρα τῶν κειμένων ὅρων ᾄττειν ἐπιχειρεῖ, ξυνέζευξεν αὐτῇ οἷόν τινα πῶλον τὸν θυμὸν ὁ ποιητὴς ἀνθέλκοντα, ὅταν γε ἐκείνη πέρα τῆς χρείας προβαίνειν βιάζηται. Καὶ καθά περ ἀντίπαλον μὲν τῷ ψυχρῷ τὸ θερμόν, κεραννύμενα δὲ ἀλλή λοις κρᾶσιν ἀρίστην ἐργάζεται, οὕτως ἡ ἐπιθυμία καὶ ὁ θυμός, ἀλλήλοις κεραννύμενα καὶ ὑπ' ἀλλήλων κολαζόμενα, τῆς ἀρετῆς 5.79 τὴν ἀρίστην ἀπεργάζεται κρᾶσιν. Ἔχει δὲ τῶν δρωμένων τὸ κράτος ὁ λογισμός, ὥστε καὶ ταύτην ἐπέχειν καὶ τοῦτον αὖ νύτ τειν, ἢ τοῦτόν γε ἄγχειν καὶ διεγείρειν ἐκείνην. Καὶ γὰρ ἡ ἐπι θυμία τοῦ θυμοῦ παύει τὴν ἀμετρίαν, καὶ ὁ θυμὸς αὖ πάλιν κολάζει τῆς ἐπιθυμίας τὴν ἀπληστίαν. Ταῦτα μὲν οὖν ἀποτελεῖ ται, τοῦ λογισμοῦ τὰς ἡνίας ἐπιστημόνως κατέχοντος· ἢν δὲ οὗτος, ἢ τῷ χαλαρῷ καὶ λείῳ τῆς ἐπιθυμίας καταθελχθεὶς ἢ τῷ θυμῷ ᾄττοντι παρὰ καιρὸν ξυνεξορμήσας, χαυνοτέρας ἢ προσῆκε τὰς ἡνίας ἐάσῃ, οἱ μὲν ἀτάκτως καθάπερ ἵπποι θέουσιν ἐνδακόντες τὸν χαλινόν, ὁ δὲ συρόμενος φέρεται, καταγέλαστός τε καὶ ἐπ 5.80 ονείδιστος τοῖς ὁρῶσι γινόμενος. Ταύτῃ τοι καὶ δίκας εἰσπράττεται, ὡς ἐθελοντὴς ὑπομείνας τὸ πάθος. Καὶ γάρ τοι καὶ οἱ ἀνθρώ πειοι νόμοι τοὺς πλημμελοῦντας κολάζουσι, καὶ ὁ Θεὸς τοῖς ἁμαρτάνουσι τὸ ἄσβεστον ἠπείλησε πῦρ. Οὐκ ἂν δὲ οὔτε ὁ Θεός, ἀγαθός γε ὢν καὶ δίκαιος, ποινὴν τοὺς παράνομον βίον ἀσπαζομένους εἰσέπραξεν, εἴπερ ἄρα κατ' ἀνάγκην ἡμάρτανον, οὔτε τῶν ἀνθρώπων οἱ σοφώτατοι τοιούτους ἂν ἔθεσαν νόμους, εἴπερ ᾔδεσαν οὐ γνώμῃ τὰ ἀνθρώπεια τελούμενα πλημμελήματα, οὔτε μὴν οἱ τὸ ἄρχειν λαχόντες τὰς ὠμοτάτας ἂν βασάνους τοῖς τὰ πονηρὰ τολμῶσι προσέφερον, εἴπερ ἐγνώκεσαν οὐχ αἱρέσει