53
Θεὸς, τὸν Ἰσραὴλ ἐκ πα σῶν τῶν θλίψεων αὐτοῦ. "Ἐγὼ δὲ ἡγοῦμαι τοῦτον εἰρῆσθαι τὸν ψαλμὸν ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, ἡνίκα πολλὰς ἔσχε πολεμίων ἐπαναστάσεις. Οὗ δὴ χάριν καὶ παλαιῶν καὶ νέων ποιεῖται μνήμην ἁμαρτημάτων, καὶ τούτων ἀπαλλαγῆναι παρακα λεῖ. Εἰσηγεῖται δὲ καὶ παραίνεσιν ἀνθρώποις ὠφέ λιμον. [Ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλ μὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολου θίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ.] "Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου." Πάντοθεν ὑπὸ μυρίων περιστοιχιζόμενος δυσμενῶν, σοὶ τὴν ἐμαυτοῦ, ∆έσποτα, προσφέρω ψυχὴν, καὶ τῆς σῆς βοηθείας ἐξήρτημαι, μὴ δι ηνεκῶς ἐν αἰσχύνῃ διάγειν, καὶ ἐπίχαρτος εἶναι τοῖς πολεμίοις, ἀντιβολῶν. "Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καται σχυνθῶσιν. [δʹ.] Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες δια κενῆς." Ἔχω, φησὶ, τῆς ἐλπίδος ἐχέγγυον ἱκα νὸν, τοὺς ἤδη σοι πεπιστευκότας, καὶ τῆς σῆς ῥοπῆς ἀπολαύσαντας. Τούτων μὲν γὰρ εἴωθας προμηθεῖ σθαι, καταισχύνειν δὲ τοὺς παρανομίᾳ συζῶντας. Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι οὐ τοὺς ἁμαρτάνον τας, ἀλλὰ καὶ τοὺς διακενῆς ἀνομοῦντας, αἰσχύ νης ἔφησεν ἀναπίμπλασθαι. Οὐ γὰρ πάντες πλημ 80.1037 μελοῦσιν ὁμοίως· οἱ μὲν γὰρ ἢ ἐκ περιστάσεώς τι νος, ἢ ἐκ φυσικῆς ὀλισθαίνουσιν ἀσθενείας· οἱ δὲ καὶ ἐφήδονται ταῖς παρανομίαις, καὶ ἐπινοοῦσιν ἑτέ ρας. "Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρί βους σου δίδαξόν με. [εʹ.] Ὁδήγησόν με ἐπὶ τὴν ἀλή θειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν." Ἐγὼ δὲ πρῶτον μὲν ἱκετεύω τὰς σὰς ὁδοὺς διαγνῶναι, καὶ τὰς πρός με φερούσας τρίβους μαθεῖν, ὥστε διηνε κῶς τὴν ἀπλανῆ σου καὶ ἀληθῆ πορείαν ὁδεύειν. Ἔπει τα δι' αὐτῶν ἱκετεύω τῶν πραγμάτων μαθεῖν, ὅτι Σωτὴρ ὑπάρχεις ἐμός· τὴν γὰρ παρὰ σοῦ φιλανθρω πίαν προσμένω διηνεκῶς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ ἀεὶ τέθεικεν· καὶ διδάξαι βούλεται, ὡς οὐ νῦν μὲν ταύτην ἔχει τὴν γνώμην, νῦν δὲ ἑτέ ραν ἀντὶ ταύτης εἰσδέχεται. ʹ, ζʹ. "Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου." Ἡμέρως, φησὶν, ἀεὶ καὶ φιλανθρώπως τοὺς ἀνθρώπους οἰκονομεῖς· ταύ της καὶ νῦν ἀπολαῦσαι τῆς ἀγαθότητος ἱκετεύω, καὶ μνήμην σοι γενέσθαι τῆς σῆς φιλανθρωπίας, μὴ τῆς ἐμῆς ἁμαρτίας· καὶ τὴν ἐμὴν δὲ μνήμην ποιούμενος, ∆έσποτα, φιλοικτιρμόνως ποίησαι, μὴ δικαίως. Τοῦτο γὰρ καὶ ἐν τοῖς ῥητοῖς παρεκά λεσε· Κατὰ τὸ μέγα ἔλεός σου, μνήσθητί μου σύ· μὴ τῆς ἁμαρτίας μου, ἀλλ' ἐμοῦ μνήσθητι φιλανθρώ πως. [Τὸ δὲ ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μὴ μνησθῇς, ταύτην ἔχει τὴν διάνοιαν· φησὶ γὰρ τοῦ λαοῦ τοῦ ἐν Αἰγύπτῳ· καὶ γὰρ εἰδωλολάτρησα ἐκεῖ· μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων μνησθῇς, ἀλλὰ τῆς σῆς φιλανθρωπίας, δι' ἧς καὶ τότε ἀγνοοῦντας φιλανθρωπίᾳ χρησάμενος ἠλέησας.] "Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε." Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν, τούτου τυχεῖν ἱκε τεύω. ηʹ. "Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος." Οὐχ ἁπλῶς, φησὶ, τούτοις ἐχρησάμην τοῖς λόγοις, ἀλλ' εἰδὼς ὡς οὐ μόνον δίκαιος, ἀλλὰ καὶ φιλάνθρωπος ὁ ∆εσπό της. Τοῦτο δὲ πανταχοῦ ἡμᾶς ἡ θεία διδάσκει Γρα φή. Τοιοῦτόν ἐστι τό· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε." Καί· "Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ." Καί· "Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυ μος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν." "∆ιὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. [θʹ.] Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὑτοῦ." Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμή νευσε· ∆ιὰ τοῦτο ὑποδείξει ἁμαρτάνουσιν ὁδόν. 80.1040 Ἀγαθότητι γὰρ χρώμενος, οὐκ εὐθὺς κολάζει τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τὴν εὐθεῖαν αὐτοῖς ὁδὸν ὑποδείκνυσι, καὶ τῆς μετανοίας ἐκπαιδεύει τὸν νό μον· καὶ μὲν δὴ καὶ τοὺς πραότητι καὶ ἁπλότητι κεχρημένους διακρίνειν διδάσκει τῶν πραγμάτων τὴν φύσιν, καὶ πάσας αὑτοῦ τὰς οἰκονομίας εἰδέναι παρασκευάζει· ἵνα