53
τὴν ἡμετέραν ἀναξιότητα καὶ ἀκλινῆ διαμένειν τῆς ὀρθοδόξου καὶ θεαρέστου ἐνστάσεως ἐξ ὧν τε πρότερον καὶ ὕστερον ὑπέδειξεν ἑαυτὴν θεῷ τε καὶ ἀνθρώποις, ὡς συναιρεῖσθαι ἡμῖν τοῖς ταπεινοῖς καὶ τὸν ὑπὲρ εὐσεβείας διωγμόν, κἂν οὐκ ἠβουλήθησαν οἱ κρατοῦντες φειδοῖ τοῦ μὴ πολλοὺς ἐξορίζειν καὶ καθείργειν καὶ ὡς ἂν δόξωσιν ἐντεῦθεν πείθειν τὸν κόσμον εἰς ἡμᾶς μόνους περιίστασθαι τὴν πρὸς αὐτοὺς διαφορὰν καὶ μὴ εἶναι ἄλλους τοὺς ἐνισταμένους· οἳ τοσοῦτοι τῷ πλήθει ἐν τῇ ὑπ' αὐτοὺς ἐξουσίᾳ, κἂν φόβῳ εἴτε καὶ οἰκονομίᾳ ὑποκρύπτωσιν ἑαυτούς, ὡς ἔστιν ἀκούειν τοῦ θείου ∆αυὶδ κράζοντος, ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Οὐδὲ γὰρ μικρόν τι καὶ λανθάνον τὸ ἀσεβούμενον, ἀλλὰ καὶ σφόδρα μέγα τε καὶ προφανὲς τοῖς νοῦν ἔχουσι. τὴν οἰκονομίαν Χριστοῦ, ὦ ἁγιώτατε, τὸ καθ' ἑαυτοὺς ἀνέτρεψαν, τὴν παράβασιν τοῦ εὐαγγελίου ἐν τῇ μοιχοζευξίᾳ καὶ μοιχείᾳ οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ δογματίσαντες ὑπ' ἀναθέματι τῶν μὴ οὕτω προσδεχομένων· τὸ εὐαγγέλιον διὰ λύσεως τῆς μιᾶς ἐντολῆς διέλυσαν, τὴν λύσιν οἰκονομίαν θεοῦ ἀποφηνάμενοι. εἰ γάρ, ὡς γέγραπται, ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος, οὗτοι δὲ τὸ πταῖσμα, μᾶλλον δὲ τὰ πταίσματα τοῦ τε μοιχοῦ καὶ τοῦ μοιχοζεύκτου, μοιχοσυνδρόμων τε καὶ ὅλων τῶν μετὰ μοιχοῦ τὴν μερίδα θεμένων (οὐδὲ γὰρ οἷόν τε ἐξ ἀλλήλων χωρισθῆναι τοὺς πράξαντας καὶ τοὺς συναπαχθέντας) οὐκ ἐνόχους φασίν, ἀλλ' οἰκο νόμους θεοῦ, ἔψευσται ὁ ἀποφηνάμενος ἐνόχους εἶναι, ἀλλοτριοῦνται δὲ καὶ οἱ ἅγιοι τῶν οἰκονόμων θεοῦ, ὅτι οὐδεὶς ἅγιος τὸν τοῦ θεοῦ νόμον παραβέβηκεν οὐδὲ παραβὰς δύναται καλεῖσθαι ἅγιος. οἱ δὲ δόγμα ἐν τῇ παραβάσει ἐκθέμενοι ἀπαράβατον ὡς νόμον θεοῦ καὶ τοὺς μὴ συναιρομένου αὐτοῖς ἐν τούτῳ ἀναθεματίζοντες (οὐ συναίρονται δὲ δῆλον ὅτι οἱ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἅγιοι τῇ μοιχείᾳ) φανερὸν ἄρα ὅτι τῇ λύσει τῆς μιᾶς ἐντολῆς τοῦ εὐαγγελίου οὐ μόνον ὅλον τὸ εὐαγγέλιον ἀνέτρεψαν, ὁρισάμενοι αὐτὴν συνοδικῶς οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ, θέντες νόμον ἀπαράβατον τὸ καθ' ἑαυτοὺς ἐπὶ πάσης ἐντολῆς παραβαινομένης οἰκονομίαν γίνεσθαι τὴν ταύτης παράβασιν ὁμοῦ τε καὶ ὀνομάζεσθαι, ἀλλὰ γὰρ καὶ τοὺς ἁγίους μὴ προσιεμένους, ὅτι μηδὲ θεός, κατ' αὐτοὺς ἀνεθεμάτισαν. καὶ ἁπλῶς τί πολλὰ λέγειν, μὴ ἐγχωρούσης τῆς ἐπιστολῆς δέχεσθαι; χαλεπὴ κακοδοξία ἐδογματίσθη ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ αὕτη ἡ μοιχειανικὴ αἵρεσις, ἅμα τῇ ἀνατροπῇ τοῦ εὐαγγελίου καὶ τοὺς θείους κανόνας διὰ τῆς ἀθωώσεως τοῦ παρ' αὐτῶν καθῃρημένου μοιχοζεύκτου διαλύσασα· εἰ γὰρ τὸ εὐαγγέλιον ἠθέτησαν, σχολὴ αὐτοῖς περὶ τῶν ἱερῶν κανόνων φροντίζειν. Ταῦτα οὖν σὺν τῇ προσηγορίᾳ ἀναγκαῖον ἐνόμισα ὑπομνῆσαι τὴν πατρωσύνην σου, ὅπως, εἰδυῖα ὅτι αἵρεσις, φεύγῃ τὴν αἵρεσιν, ἤγουν τοὺς αἱρετικούς, τοῦ μήτε κοινωνεῖν αὐτοῖς μήτε ἀναφέρειν ἐν τῇ εὐαγεστάτῃ αὐτῆς μονῇ ἐπὶ τῆς θείας λειτουργίας· ὅτι μέγισται ἀπειλαὶ κεῖνται παρὰ τῶν ἁγίων ἐκφωνηθεῖσαι τοῖς συγκαταβαίνουσιν αὐτοῖς μέχρι καὶ ἑστιάσεως. εἰ δὲ λέγοι ἡ ὁσιότης σου, πῶς αὐτῆς πρὸς τῆς λεηλασίας τοῦτο οὐκ εἴπομεν, ἀλλ' ὅτι καὶ ἡμεῖς ἐμνημονεύομεν τῶν ἐν τῇ Βυζαντίδι, ἐκεῖνο γινωσκέτω, ὅτι οὔπω σύνοδος ἦν οὐδὲ ἐκφωνηθὲν ὑπῆρχε τὸ πονηρὸν δόγμα καὶ ἀνάθεμα· καὶ πρὸ τούτων οὐκ ἦν ἀσφαλὲς ἀποστῆναι τῶν παρανομούντων τελείως ἢ τὸ φεύγειν μόνον τὴν προφανῆ κοινωνίαν αὐτῶν, οἰκονομίᾳ δὲ πρεπούσῃ ἀναφέρειν ἕως καιροῦ. ἐπεὶ δὲ ἐξῆλθεν εἰς προῦπτον ἡ αἱρετικὴ ἀσέβεια διὰ συνόδου εἰς τοὐμφανές, δεῖ ἄρτι καὶ τὴν σὴν εὐλάβειαν σὺν πᾶσιν ὀρθοδόξοις παρρησιάζεσθαι διὰ τοῦ μὴ κοινωνεῖν τοῖς κακοδόξοις μηδὲ ἀναφέρειν τινὰ τῶν ἐν τῇ μοιχοσυνόδῳ εὑρεθέντων ἢ ὁμοφρονούντων αὐτῇ. καί γε δίκαιον, ὅσιε πάτερ, κατὰ πάντα σε ὄντα φερωνύμως θεόφιλον, φιλεῖν καὶ ἐν τούτῳ τὸν θεόν· ἐχθροὺς γὰρ θεοῦ ὁ Χρυσόστομος οὐ μόνον τοὺς αἱρετικούς, ἀλλὰ καὶ τοὺς τοῖς τοιούτοις