53
βασιλεὺς ἐτελεύτησε πρὸ αʹ καλανδῶν Μαΐων· καὶ ἐβασίλευσε Λέων ὁ μέγας. αὐτῷ δὲ τῷ ἔτει ἀνενεώθη ἐν Ἀλεξανδρείᾳ τὸ Τραϊανὸν βαλανεῖον καὶ ἡ βασιλικὴ ἡ μεγάλη εἰς τὸ Στοιχεῖον. πάνυ δὲ ἦν εὐλαβὴς καὶ φοβούμενος τὸν θεὸν ὁ Μαρκιανός, ὅστις ἐν ταῖς λιταῖς τοῦ Κάμπου πεζὸς ἐξῄει πολλὰ τοῖς δεομένοις εὖ ποιῶν· ὅθεν τοῦτον ὁρῶν ὁ πατριάρχης Ἀνατόλιος καὶ αὐτὸς οὐκέτι φορείῳ φερόμενος κατὰ τὸ ἔθος ἐλιτάνευεν, ἀλλὰ πεζός. Τούτῳ τῷ ἔτει Τιμόθεος ὁ Ἐλοῦρος μαγγανείᾳ χρησάμενος νυκτὸς ἐν τοῖς κελλίοις τῶν μοναχῶν περιήρχετο, ἐξ ὀνόματος καλῶν 110 ἕκαστον. τοῦ δὲ ἀποκριναμένου ἔλεγεν· "ἐγὼ ἄγγελός εἰμι, καὶ ἀπεστάλην εἰπεῖν πᾶσιν ἀποστῆναι μὲν τῆς κοινωνίας Προτερίου καὶ τῶν ἐν Χαλκηδόνι, Τιμόθεον δὲ τὸν Ἐλοῦρον ἐπίσκοπον προχειρίσασθαι Ἀλεξανδρείας." Τῷ δ' αὐτῷ ἔτει Εὐδοξία, ἡ θυγάτηρ Θεοδοσίου τοῦ βασιλέως, γυνὴ δὲ Οὐαλεντινιανοῦ τοῦ τρίτου, μετὰ μιᾶς θυγατρὸς Πλακιδίας, γυναικὸς Ὀλυβρίου, ἐπανῆλθεν ἐξ Ἀφρικῆς. ἡ γὰρ Εὐδοκία τῷ υἱῷ Γιζερίχου Ὀνωρίχῳ ἐζεύχθη καὶ οὐκ ἐπανῆλθεν. Κόσμου ἔτη εϠνʹ. Τῆς θείας σαρκώσεως ἔτη υνʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. αʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ϛʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ιϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. κʹ. Ἀλεξανδρείας ἐπίσκοπος Προτέριος ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Λέων ἐβασίλευσεν, Θρᾷξ τῷ γένει, τριβοῦνος τὴν ἀξίαν, μηνὶ Φεβρουαρίῳ, ἰνδικτιῶνι ιʹ στεφθεὶς ὑπὸ Ἀνατολίου τοῦ πατριάρχου. Τῷ δ' αὐτῷ ἔτει σεισμοῦ φοβεροῦ γενομένου ἐν Ἀντιοχείᾳ, σχεδὸν πᾶσα ἡ πόλις κατέπεσεν. ἦλθε δὲ ἐν Ἀλεξανδρείᾳ καμηλοπάρδαλις καὶ ταυρέλαφοι καὶ ἄλλα θηρία. σὺν αὐτοῖς δὲ καὶ Τιμόθεος, ὁ ἐπίκλην Ἐλοῦρος, τὴν Ἀλεξανδρέων πόλιν διετάραττεν. πλήθη γὰρ ἀτάκτων ἀνδρῶν ὠνησάμενος τυραννικῶς τὸν θρόνον Ἀλεξανδρείας ἐκράτησεν, καὶ καθῃρημένος ὢν ὑπὸ δύο καθῃρημένων χειροτονεῖται. ἐντεῦθεν πάντα τὰ σκάνδαλα ἀνεφύη ἐν Ἀλεξανδρείᾳ. πάντων γὰρ τῶν τῆς οἰκουμένης ἱερέων τὸν ὅρον τῆς εν Χαλκηδόνι συνόδου ἀποδεξαμένων, οὗτος ὁ μιαρὸς μετὰ λύττης τινὸς ἀσχέτου ταύτην καθύβριζε καὶ χειροτονίας ἐπισκόπων ἐποίει ἀχειροτόνητος ὢν καὶ βαπτίσματα ἐπετέλει πρεσβύτερος μὴ ὤν. ὁ δὲ μακάριος Προτέριος αἰσθόμενος τὴν κατ' αὐτοῦ σκευαζομένην ὑπὸ τοῦ Ἐλούρου ἐπιβουλὴν δίδωσι τόπον τῇ ὀργῇ καὶ τῷ σεπτῷ προσφεύγει βαπτιστηρίῳ εν τῇ πρώτῃ τῆς πασχαλίας ἡμέρᾳ. ὁ δὲ τοῦ Ἀντιχρίστου πρόδρομος 111 μὴ αἰδεσθεὶς μήτε τὴν ἁγίαν ἡμέραν, μήτε τοὺς σεβασμίους τόπους, ἀποστείλας κατασφάζει τὸν ἀνεύθυνον ἀρχιερέα μετὰ καὶ ἄλλων ἓξ τῶν σὺν αὐτῷ. καὶ σχοινίοις περισύραντες τούτου τὸ λείψανον ἀπὸ τῆς ἁγίας ἐξέβαλον κολυμβήθρας, καὶ πομπεύσαντες αὐτὸ κατὰ πᾶσαν τὴν πόλιν ᾔκιζον αὐτὸ ἀνηλεῶς· τέλος πυρὶ κατέκαυσαν καὶ τὴν σποδὸν τῷ ἀέρι παρέπεμπον. Τῷ δ' αὐτῷ ἔτει ἠνέχθη τὸ λείψανον τῆς ἁγίας Ἀναστασίας ἀπὸ τοῦ Σερμίου καὶ κατετέθη ἐν τῷ ναῷ αὐτῆς ἐν τοῖς ∆ομνίνου ἐμβόλοις. Τιμόθεος δὲ ὁ Ἐλοῦρος τὰ συγγράμματα Κυρίλλου τοῦ μεγάλου μὴ ἐκδοθέντα εὑρὼν ἐνόθευσεν ἐν πολλοῖς τόποις, ὡς ἱστορεῖ Πέτρος, ὁ πρεσβύτερος Ἀλεξανδρείας. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. Ἀλεξανδρείας ἐκράτησε λῃστρικῶς Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ. βʹ. ζʹ. ιζʹ. αʹ. καʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει μαθὼν Λέων ὁ βασιλεὺς τὸν ἄδικον θάνατον Προτερίου καὶ τὴν τοῦ Ἐλούρου ἄθεσμον προαγωγήν, πέμψας Καισάρειον ἐγλωσσοτόμησε καὶ ἀμφοτέρους ἐξώρισεν, ὡς κοινωνήσαντας τῷ φόνῳ Προτερίου· Τιμοθέῳ δὲ τῷ ἀνιέρῳ οὐκ ἐπεξῆλθεν, τὴν ἐπ' αὐτῷ κρίσιν ἐπισκόποις εἰπὼν ἁρμόζειν. Τῷ δ' αὐτῷ ἔτει καὶ Ζήνων ἐζεύχθη Ἀρεάδνῃ, τῇ θυγατρὶ Λέοντος. γʹ. ηʹ. ιηʹ. βʹ. κβʹ βʹ. εʹ. Τούτῳ τῷ ἔτει γράμματα πρὸς τοὺς ἑκάστης ἐπαρχίας ἀπέστειλεν ἐπισκόπους ὁ βασιλεύς, γράψαι αὐτῷ τὴν οἰκείαν γνώμην ἕκαστον, πότερον εἰ τοῖς