1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

54

εἶναι τὸν τόπον δύσκολον κατῴκησαν εἰς τὰς πλευρὰς τοῦ αὐτοῦ ὄρους, ἐν μὲν τῷ ἑνὶ μέρει οἱ Μηλιγγοί, ἐν δὲ τῷ ἑτέρῳ μέρει οἱ Ἐζερῖται. Καὶ ὁ μὲν προρρηθεὶς πρωτοσπαθάριος Θεόκτιστος καὶ στρατηγὸς Πελοποννήσου δυνηθεὶς καὶ τούτους καθυποτάξαι, ἐξέθετο τοῖς μὲν Μηλιγγοῖς νομίσματα ξʹ, τοῖς δὲ Ἐζερίταις νομίσματα τʹ, ἅτινα καὶ ἐτέλουν, αὐτοῦ στρατηγοῦντος, καθὼς παρὰ τῶν ἐντοπίων διασώζεται μέχρι τῆς σήμερον ἡ τοιαύτη φήμη. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ κυροῦ Ῥωμανοῦ, τοῦ βασιλέως, στρατηγῶν ὁ πρωτοσπαθάριος Ἰωάννης ὁ Πρωτεύων εἰς τὸ αὐτὸ θέμα ἀνήγαγεν πρὸς τὸν αὐτὸν κύριν Ῥωμανὸν περί τε τῶν Μηλιγγῶν καὶ τῶν Ἐζεριτῶν, ὅτι ἀποστατήσαντες οὐ πείθονται οὔτε τῷ στρατηγῷ, οὔτε βασιλικῇ κελεύσει ὑπείκουσιν, ἀλλ' εἰσὶν ὥσπερ αὐτόνομοι καὶ αὐτοδέσποτοι, καὶ οὔτε παρὰ τοῦ στρατηγοῦ δέχονται ἄρχοντα, οὔτε συνταξιδεύειν αὐτῷ ὑπείκουσιν, οὔτε ἄλλην τοῦ δημοσίου δουλείαν ἐκτελεῖν πείθονται. Καὶ μέχρι τοῦ ἀνελθεῖν τὴν ἀναφορὰν αὐτοῦ συνέβη προβληθῆναι τὸν πρωτοσπαθάριον Κρινίτην τὸν Ἀροτρᾶν στρατηγὸν ἐν Πελοποννήσῳ, τῆς δὲ ἀναφορᾶς τοῦ πρωτοσπαθαρίου Ἰωάννου καὶ στρατηγοῦ Πελοποννήσου τοῦ Πρωτεύοντος καταλαβούσης καὶ κατ' ἐνώπιον τοῦ βασιλέως τοῦ κυροῦ Ῥωμανοῦ ἀναγνωσθείσης καὶ περιεχούσης τὴν ἀποστασίαν τῶν προρρηθέντων Σκλάβων καὶ τὴν πρὸς τὰς βασιλικὰς προστάξεις δυσπείθειαν ἢ μᾶλλον ἀπείθειαν, ἐδέξατο ὁ αὐτὸς πρωτοσπαθάριος Κρινίτης, ἵνα, ἐπεὶ εἰς τοσαύτην ἤλασαν ἀποστασίαν καὶ ἀπείθειαν, ἐκστρατεύσῃ κατ' αὐτῶν καὶ καταπολεμήσῃ καὶ ὑποτάξῃ καὶ ἐξολοθρεύσῃ αὐτούς. Ἀρξάμενος οὖν πολεμεῖν αὐτοὺς ἀπὸ μηνὸς Μαρτίου καὶ κατακαύσας τὰ θέρη αὐτῶν καὶ ληϊσάμενος πᾶσαν τὴν γῆν αὐτῶν, ἔσχεν αὐτοὺς ἀνθισταμένους καὶ ἀντέχοντας μέχρι μηνὸς Νοεμβρίου, ἀπὸ τότε δὲ ἰδόντες τὴν ἑαυτῶν ἐξολόθρευσιν, ᾐτήσαντο λόγον καὶ τοῦ ὑποταγῆναι αὐτοὺς καὶ τυχεῖν συμπαθείας, ὑπὲρ ὧν πρώην ἐπλημμέλησαν. Ὁ οὖν προρρηθεὶς πρωτοσπαθάριος καὶ στρατηγὸς ὁ Κρινίτης ἐξέθετο αὐτοῖς πάκτα πλείονα, ὧν ἐτέλουν, τοῖς μὲν Μηλιγγοῖς ἀπὸ τῶν ξʹ νομισμάτων, ὧν πρότερον ἐτέλουν, νομίσματα φμʹ, ὡς εἶναι τὸ πᾶν πάκτον αὐτῶν νομίσματα χʹ, τοῖς δὲ Ἐζερίταις ἀπὸ τῶν τʹ νομισμάτων, ὧν πρότερον ἐτέλουν, ἕτερα νομίσματα τʹ, ὡς εἶναι τὸ πᾶν πάκτον αὐτῶν νομίσματα χʹ, ἅτινα καὶ ἀπῄτησεν καὶ εἰσεκόμισεν ὁ αὐτὸς πρωτοσπαθάριος Κρινίτης ἐν τῷ θεοφυλάκτῳ κοιτῶνι. Τοῦ δὲ πρωτοσπαθαρίου Κρινίτου ἐν τῷ θέματι μετατεθέντος Ἑλλάδος, καὶ τοῦ πρωτοσπαθαρίου Βάρδα τοῦ Πλατυπόδη προβληθέντος στρατηγοῦ ἐν Πελοποννήσῳ, καὶ τῆς ἀταξίας γεναμένης καὶ στάσεως παρὰ αὐτοῦ τοῦ πρωτοσπαθαρίου Βάρδα τοῦ Πλατυπόδη καὶ τῶν ὁμοφρόνων αὐτοῦ πρωτοσπαθαρίων καὶ ἀρχόντων, καὶ τὸν πρωτοσπαθάριον Λέοντα τὸν Ἀγέλαστον ἀποδιωξάντων ἀπὸ τοῦ θέματος, καὶ εὐθέως γενομένης καὶ τῆς τῶν Σκλαβησιάνων ἐπιθέσεως κατὰ τοῦ αὐτοῦ θέματος, ἀπέστειλαν οἱ αὐτοὶ Σκλάβοι, οἵ τε Μηλιγγοὶ καὶ οἱ Ἐζερῖται, πρὸς τὸν κύριν Ῥωμανόν, τὸν βασιλέα, ἐξαιτούμενοι καὶ παρακαλοῦντες τοῦ συμπαθηθῆναι αὐτοῖς τὰς προσθήκας τῶν πάκτων καὶ τελεῖν αὐτούς, καθὼς καὶ πρότερον ἐτέλουν. Ἐπεὶ δέ, καθὼς προείρηται, εἰσῆλθον οἱ Σκλαβησιάνοι ἐν τῷ θέματι Πελοποννήσου, δεδιὼς ὁ βασιλεύς, ἵνα μὴ καὶ αὐτοὶ προστεθέντες τοῖς Σθλάβοις παντελῆ ἐξολόθρευσιν τοῦ αὐτοῦ θέματος ἐργάσωνται, ἐποίησεν αὐτοῖς χρυσοβούλλιον τοῦ τελεῖν αὐτοὺς πάκτα, ὡς καὶ πρότερον, τοὺς μὲν Μηλιγγοὺς ξʹ νομίσματα, τοὺς δὲ Ἐζερίτας νομίσματα τʹ. Αὕτη οὖν ἐστιν ἡ αἰτία τῆς προσθήκης καὶ τῆς ἐκκοπῆς τῶν πάκτων τῶν τε Μηλιγγῶν καὶ τῶν Ἐζεριτῶν. Ἰστέον, ὅτι οἱ τοῦ κάστρου Μαΐνης οἰκήτορες οὐκ εἰσὶν ἀπὸ τῆς γενεᾶς τῶν προρρηθέντων Σκλάβων, ἀλλ' ἐκ τῶν παλαιοτέρων Ῥωμαίων, οἳ καὶ μέχρι τοῦ νῦν παρὰ τῶν ἐντοπίων Ἕλληνες προσαγορεύονται διὰ τὸ ἐν τοῖς προπαλαιοῖς χρόνοις εἰδωλολάτρας εἶναι καὶ προσκυνητὰς τῶν εἰδώλων κατὰ τοὺς παλαιοὺς Ἕλληνας, οἵτινες ἐπὶ τῆς βασιλείας τοῦ ἀοιδίμου Βασιλείου βαπτισθέντες