1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

54

Ἐκκλησίᾳ Θεοῦ εἰσερχομένους χρὴ πρὸ πάντων ἐπεύχεσθαι τῷ λαῷ τὴν τοῦ Θεοῦ εἰρήνην. Eἰ δὲ ἄλλοις ταύτην ἐπεύ χεται, πολλῷ μᾶλλον αὐτὸς αὐτῆς ἐντὸς ὑπαρχέτω ὡς τέκνον φωτός· ὁ γὰρ μὴ ἔχων αὐτὴν ἐν ἑαυτῷ οὐκ ἔστιν ἀξιόπιστος ἄλλοις αὐτὴν χαρίζεσθαι. ∆ιὸ πρὸ πάντων χρὴ εἰς ἑαυτὸν εἰρηνεύειν αὐτόν· ὁ γὰρ πρὸς ἑαυτὸν μὴ στασιάζων οὐδ' ἂν πρὸς ἄλλον διαμαχεσθήσεται, ἀλλ' ἔσται εἰρηνικός, φιλικός, συνάγων τὰ τοῦ Κυρίου καὶ συνεργὸς αὐτοῦ γινόμενος πρὸς τὸ πλεονάσαι αὐτῷ τοὺς σῳζομένους ἐν ὁμονοίᾳ. Oἱ γὰρ ἐπινοοῦντες ἔχθρας καὶ μάχας, ἀντιλο γίας καὶ κρίσεις πονηροὶ καὶ τοῦ Θεοῦ ἀλλότριοι τυγχά νουσιν. Ὁ γὰρ Θεός, Θεὸς ὢν ἐλέους, ἀπ' ἀρχῆς ἑκάστην γενεὰν ἐπὶ μετάνοιαν καλεῖ διὰ τῶν δικαίων καὶ τῶν προφητῶν· καὶ τοὺς μὲν πρὸ τοῦ κατακλυσμοῦ διὰ τοῦ Ἄβελ καὶ τοῦ Σὴθ καὶ Σήμ, ἔτι δὲ Ἐνὼς καὶ τοῦ μετα τεθέντος Ἐνὼχ ἐσωφρόνιζεν, τοὺς δὲ ἐν τῷ κατακλυσμῷ διὰ τοῦ Νῶε, τοὺς ἐν Σοδόμοις διὰ τοῦ φιλοξένου Λώτ, τοὺς μετὰ τὸν κατακλυσμὸν διὰ τοῦ Μελχισεδὲκ καὶ τῶν πατριαρχῶν καὶ τοῦ θεοφιλοῦς Ἰώβ, τοὺς ἐν Aἰγύπτῳ διὰ Μωϋσέως, τοὺς Ἰσραηλίτας δι' αὐτοῦ καὶ Ἰησοῦ καὶ Χαλὲβ καὶ Φινεὲς καὶ τῶν λοιπῶν, τοὺς μετὰ τὸν νόμον δι' ἀγγέλων καὶ προφητῶν, τοὺς αὐτοὺς διὰ τῆς ἰδίας ἐνανθρωπήσεως τῆς ἐκ παρθένου γενομένῃς, τοὺς πρὸ μικροῦ τῆς ἀναδείξεως αὐτοῦ τῆς σωματικῆς διὰ Ἰωάννου τοῦ προδρόμου, τοὺς δ' αὐτοὺς διὰ τοῦ αὐτοῦ καὶ μετὰ τὴν γένεσιν αὐτοῦ λέγων· «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶνή· τοὺς μετὰ τὸ πάθος αὐτοῦ δι' ἡμῶν τῶν δώδεκα καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου. Ἡμεῖς οὖν οἱ κατα ξιωθέντες εἶναι μάρτυρες τῆς παρουσίας αὐτοῦ σὺν Ἰακώβῳ τῷ τοῦ Κυρίου ἀδελφῷ καὶ ἑτέροις ἑβδομήκοντα δύο μαθηταῖς καὶ τοῖς ἑπτὰ διακόνοις αὐτοῦ ἐκ στόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠκούσαμεν καὶ ἀκριβῶς εἰδότες λέγομεν, τί ἐστιν τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, τὸ διὰ Ἰησοῦ γνωρισθὲν ἡμῖν, ἵνα μηδεὶς ἀπόληται, ἀλλὰ πάντες ἄνθρωποι συμφώνως πιστεύσαντες αὐτῷ αἶνον σύμφωνον ἀναπέμψαντες αὐτῷ ζήσωσιν αἰωνίως. Τοῦτο γάρ ἐστιν, ὃ ἐδίδαξεν ἡμᾶς ὁ Κύριος προσευχομένους λέγειν τῶ Πατρὶ αὐτοῦ· «Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», ἵνα, ὡς αἱ ἐπουράνιοι φύσεις τῶν ἀσωμάτων δυνάμεων πᾶσαι δοξά ζουσιν τὸν Θεὸν συμφώνως, οὕτως καὶ ἐπὶ γῆς πάντες