παῖδας περιορᾶν; καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, μάρτυς μὲν καὶ ὁ πρεσβύτης οὗτος, μάρτυς δὲ καὶ ὁ σοφὸς λέγων· μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν, καὶ εἰ μὴ ἔστι μετ' αὐτῶν φόβος θεοῦ μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ στενάξεις πένθει ἀώρῳ καὶ ἐξάπινα τὴν αὐτῶν συντέλειαν γνώσῃ. πολλοὶ μὲν οὖν, ὡς ἔφην, πολλὰ τοι αῦτα πεπόνθασιν, εἰ δέ τινες καὶ διέφυγον, ἀλλ' οὐκ εἰς τέλος ἐκφεύξονται, ἀλλ' ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἀπελ θόντες ἐκεῖ πικροτέραν τίσουσι δίκην. ὅπερ εἰδὼς ὁ ἀπό στολος παραινεῖ φάσκων· οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. Ναὶ μὴν ἐπισφαλὲς καὶ λίαν ἐπικίνδυνον ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν, καθὼς αἱ γραφαὶ διαγορεύουσιν. ἰδοὺ γάρ, ὁ μὲν Ἄχαρ ἡνίκα τὴν χρυσῆν γλῶτταν ἔκλεψε καὶ τὴν ψιλὴν ἐσθῆτα, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ἡ ὀργὴ κυρίου καίτοι γε μὴ εἰδότα καὶ τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα, μέχρις οὗ ἐφανερώθη ὁ κλέπτης καὶ τὸν φοβε ρὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς ἰδίοις ὑπέμεινεν ὄλεθρον. ὁ δὲ Ἠλεί, καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς καὶ λοιμοῖς, ὡς εἴρηται, ἀλλὰ καὶ λόγῳ πλείονι κατασκευάσας τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφυκτον, ὅτι μὴ ὅλως ἐμβριθέστερον ἐξεδίκησεν, τοσοῦτον παρώξυνε τὴν ὀρ γὴν τοῦ θεοῦ, ὡς καὶ τὸν λαὸν σὺν τοῖς υἱοῖς αὐτοῦ 164 μαχαίρᾳ πεσεῖν καὶ τὴν κιβωτὸν ἐκείνην τὴν φοβερὰν καὶ ὀλίγοις ληπτὴν ὑπὸ χειρῶν ἀλλοφύλων ἄγεσθαι, ὅπου ἂν βούλοιντο, καὶ αὐτὸν ἐκεῖνον, τὸν μέγαν ἱερέα λέγω, οἰκτρῷ τέλει τὸν βίον καταλῦσαι. εἰ δὲ κατὰ τῶν μὴ συνεγνωκό των τῷ ἁμαρτήσαντι καὶ κατὰ τοῦ κωλύσαντος καὶ διαμαρ τυρουμένου τοῖς ἁμαρτήσασι τοιαύτη ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; οἵτινες, ἐὰν μὴ ἐπιδείξωνται τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας; ἀνάγκη καὶ αὐτοῖς ἐκείνοις ἀπόλ λυσθαι, ὥστε κινδυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι ἢ χείρονα. ἑπτάκις μὲν γὰρ ἐκδικεῖται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ τὸ ὅμοιον ἁμαρτόντος ἑβ δομηκοντάκις ἑπτά. ∆ιὰ τί δὲ πάλιν οἱ μὲν τῶν ἀνθρώπων ἁμαρτάνοντες κολά ζονται, οἱ δὲ οὐ κολάζονται; πῶς γὰρ τῶν Ἰουδαίων μοσχο ποιησάντων ἁπάντων οἱ μὲν ἐκολάζοντο, οἱ δὲ οὐκ ἐκολάζοντο; ἦ πάντως οἱ μὲν εὔδηλον ὅτι μετενόησαν καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν διὰ τὴν εὐλάβειαν, οἱ δὲ τῇ κακίᾳ ἐνέμειναν, ὡς τὸ μὲν ἁμάρτημα ἴσον, τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα. τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχ ἡ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς 165 ἀπατηθῆναι καὶ ὑπὸ ὄφεως. διόπερ οὐδὲ ἀπάτην ἐκεῖνο Παῦλος ἐκάλεσεν οὕτω λέγων· ὁ μὲν Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. τίνος δὲ ἕνεκεν καὶ ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; ὅτι πολλῆς παρανομίας ἦν τὸ γινόμενον ἀνάμεστον ἐκ προ οιμίων αὐτῶν παραβῆναι πρόσταγμα θεοῦ, καὶ ὅπως καὶ τοῖς ἄλλοις γένηται παίδευμα μὴ καταφρονεῖν ἐντολῆς. τοῦτο καὶ ἐπὶ Σαπφείρας καὶ Ἀνανίου γέγονεν. καὶ ἡμεῖς οὖν, ὅταν ἁμαρτάνωμεν, σκοπῶμεν, εἰ ἄξιοι ἐλέους ἐσμὲν καὶ εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν γνη σίως, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν ἐκ τῶν πονηρῶν ἡμῶν ἔργων. ἔκκλινον, γάρ φησιν, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. [ιζʹ. Περὶ Σαμουήλ.] Μετὰ δὲ Ἠλεὶ ἔκρινε τὸν λαὸν Σαμουὴλ ὁ ἱερεὺς καὶ προφήτης ἔτη λʹ. καὶ οἱ υἱοὶ αὐτοῦ Ἰωὴλ καὶ Ἀβιὰ μὴ πορευόμενοι κατὰ τὴν ὁδὸν αὐτοῦ καὶ ἀρετήν, ἀλλὰ τὸ δί καιον ἀπεμπολοῦντες, καὶ συναθροίζεται πρὸς αὐτὸν ὁ λαὸς εἰς Ἀρμαθαὶμ αἰτούμενοι βασιλέα κατὰ τὴν συνήθειαν τῶν ἐθνῶν. ὁ δὲ σφόδρα λυπηθείς, εἶπεν ὁ θεὸς πρὸς αὐτόν· ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουδενώκασιν, ἀλλ' ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν. καὶ ἔδωκεν αὐτοῖς 166 τὸν Σαοὺλ υἱὸν Κὶς ἐκ φυλῆς Βενιαμὶν χρίσας αὐτὸν εἰς βασιλέα, ἀγαθὸν ἄνδρα καὶ εὐμεγέθη ὑπερωμίαν καὶ ἐπάνω ὑψηλότερον ὑπὲρ τὴν γῆν πᾶσαν. καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου καὶ ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλέων.