54
Ἰωσήππῳ οὗτοι κγʹ οἱ αὐτοί εἰσι τοῖς παρὰ τῷ Μανέθωνι ἐπὶ τῆς ιζʹ δυναστείας καὶ ιηʹ καὶ ιθʹ φερόμενοι ἐν χρόνοις φ ζβʹ. οὗτος γὰρ ἀρξάμενος ἀπὸ τοῦ γυοεʹ ἔληξεν εἰς τὸ δξζʹ ἔτος τοῦ κόσμου. ἡμεῖς δὲ μᾶλλον τῷ Ἰωσήππῳ διὰ τὴν γραφικὴν συμφωνίαν ἐν τούτῳ ἑπόμενοι ἀπὸ τοῦ γυοζʹ ἔτους τοῦ κόσμου στοιχειοῦμεν ἐφεξῆς ἕως τοῦ δοʹ ἔτους, ὡς ὑποτέτακται. Αἰγυπτίων κ ςʹ ἐβασίλευσε Σιλίτης ἔτη ιθʹ. Πρῶτος τῶν ςʹ τῆς ιζʹ δυναστείας παρὰ Μανεθῷ· τοῦ δὲ κόσμου ἦν ἔτος γυοζʹ.
ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων ι ςʹ ἐβασίλευσε Σαωφὶς βʹ ἔτη κζʹ. τοῦ δὲ κόσμου
ἦν ἔτος γτμγʹ. Θηβαίων ιζʹ ἐβασίλευσε Μοσχερῆς Ἡλιόδοτος ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτοʹ. 119 Θηβαίων ιηʹ ἐβασίλευσε Μοσθῆς ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυαʹ. Θηβαίων ιθʹ ἐβασίλευσε Παμμῆς Ἀρχονδὴς ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυλδʹ. Θηβαίων κʹ ἐβασίλευσεν Ἀπάππους μέγιστος. οὗτος, ὥς φασι, παρὰ ὥραν μίαν ἐβασίλευσεν ἔτη ρʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυξθʹ. Θηβαίων καʹ ἐβασίλευσεν Ἐχεσκοσοκάρας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφξθʹ. Θηβαίων κβʹ ἐβασίλευσε Νίτωκρις γυνὴ ἀντὶ τοῦ ἀνδρός, ὅ ἐστιν Ἀθηνᾶ νικηφόρος, ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφοʹ. Θηβαίων κγʹ ἐβασίλευσε Μυρταῖος Ἀμμωνόδοτος ἔτη κβʹ. τοῦ δέ κό σμου ἦν ἔτος γφο ςʹ.
ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ςʹ ἐβασίλευσεν Αἴγυδρος ἔτη λδʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος γυμβʹ. Σικυωνίων ζʹ ἐβασίλευσε Θουρίμαχος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυο ςʹ. Σικυωνίων ηʹ ἐβασίλευσε Λεύκιππος ἔτη νγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφκαʹ. Σικυωνίων θʹ ἐβασίλευσε Μέσαππος ἔτη μζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφοδʹ. Σικυωνίων ιʹ ἐβασίλευσεν Ἔραστος ἔτη μ ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχκαʹ. Τινὲς τὸν αὐτόχθονα Κρῆτα πρῶτον Κρήτης βασιλεῦσαί φασι κατὰ τόνδε τὸν χρόνον ὃν ἀνωτέρω ἱστορήσαμεν, κατὰ ἄλλους ἐπὶ Νινύα, ἐπι σημηνάμενοι ὅτι τε εἷς ἐστι τῶν λεγομένων Κουρητῶν καὶ ὅτι Ζεὺς παρ' αὐτῷ κρυβεὶς ἐτράφη καὶ ὅτι ἡ νῆσος Κρήτη πρῶτον ἐξ αὐτοῦ προσηγο ρεύθη.
120 ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ κγʹ Ἰακὼβ ἐτῶν πβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυογʹ.
Κολλυρίδας ποιήσασα Ῥεβέκκα, ὥς φησιν Ἰώσηππος, ἔδωκε τῷ Ἰακὼβκαὶ εἰσήγαγε μεθ' ἑτέρων δώρων διὰ Ἰσαὰκ πρὸς Ἀβραάμ, καὶ εὐλόγησεν αὐτὸν Ἀβραὰμ καὶ εὐλογῶν αὐτὸν πολυτρόπως καὶ κατέχων αὐτὸν ἐν τοῖς κόλποις αὐτοῦ ἐτελεύτησεν, ἀφυπνώσαντος τοῦ Ἀβραὰμ τῷ ιεʹ ἔτει τῆς ζωῆς Ἰακώβ. Τῷ μεʹ ἔτει Ἰακὼβ Ἡσαῦ καὶ αὐτὸς ὢν ἐτῶν μεʹ (τοῦ δὲ κόσμου ἦν ἔτος γφιβʹ) ἔλαβε δύο γυναῖκας, Ἰουδείν, τὴν θυγατέρα Βεὴρ τοῦ Χετ ταίου, καὶ τὴν Βασεμάθ, θυγατέρα Αἰλὼν τοῦ Εὐαίου, ὥς φησιν ἡ γραφή· καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ρʹ,ὥστε καὶ μετὰ τὸ ρʹ ἔτος ἔκλεψεν ὁ Ἰακὼβ τὰς τοῦ Ἡσαῦ εὐλογίας ταῖς μητρικαῖς εἰσηγήσεσι· προεῖχε δὲ αὐτὰς παρὰ τοῦ πατριάρχου Ἀβραάμ, ὡς Ἰώσηππος βεβαιοῦται, καὶ πιστὸς ὁ λόγος. Ἰώσηππός φησιν ὅτι ὁ Ἰακὼβ ἐτῶν ὑπάρχων ξγʹ οὐκ ἔγνω ὅλως γυ ναῖκα, ὡς αὐτὸς ἐξεῖπε τῇ μητρὶ Ῥεβέκκᾳ. Ὁ Ἀφρικανὸς οζʹ ἐτῶν λέγει τὸν Ἰακὼβ ἐλθεῖν εἰς Μεσοποταμίαν, ὡς ἐκ τῆς γραφῆς. ἡ δὲ γραφὴ οὐδαμοῦ τοῦτο φαίνεται λέγουσα, ἄλλως τε, εἰ τοῦτο δῶμεν, ἔσται ὁ Ἰωσὴφ κατὰ τὸ ζςʹ τοῦ Ἰακὼβ γεννηθείς, ὅπερ ἀδύνατον. Τῷ ογʹ ἔτει τοῦ Ἰακώβ, τοῦ δὲ κόσμου γφμεʹ, κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἑαυτοῦ ζωῆς ἀπέδρα ὁ Ἰακώβ, καὶ δουλεύσας ἔτη ζʹ ἔλαβε τὴν Λείαν καὶ ἐγέννησε τὸν Ῥουβὴν τῷ πʹ ἔτει καὶ τὸν Συμεὼν τῷ παʹ, τὸν δὲ Λευὶ τῷ πβʹ, τὸν Ἰούδαν τῷ πγʹ, τὸν ∆ὰν τῷ πεʹ, τὸν Νεφθαλεὶμ τῷ π ςʹ, τὸν Γὰδ τῷ πζʹ, τὸν Ἀσὴρ τῷ πηʹ, τὸν Ἰσσάχαρ τῷ πθʹ, τὸν Ζαβουλὼν καὶτὴν ∆είναν ἐκ Λείας τῷ ζʹ, τὸν Ἰωσὴφ ἐκ τῆς Ῥαχὴλ τῷ ζαʹ. καὶ ἔμεινε παρὰ τῷ Λάβαν ἄλλα δύο ἔτη, τῷ ζγʹ ἀπέδρα