54
φυόμενα κακὰ καὶ μάλιστα τοῦ ἐμφυλίου, καὶ πολλαχόθεν μὲν ἄλλοθεν ἔξεστι καταμαθεῖν, μάλιστα δ' ἄν τις αὐτὰ κατίδοι καὶ ἀπὸ τοῦ νυνὶ ἐμοῦ τε μεταξὺ καὶ βασιλέως κινηθέντος πολέμου. ἐν γὰρ ὀλίγῳ χρόνῳ τοσοῦτον αὐτοὶ ὑφ' ἑαυτῶν διεφθείρα 1.155 μεν τῆς δυνάμεως ἡμῶν, ὅσον οὐδ' ὁμοῦ πάντες οἱ πρόσοικοι ἡμῖν βάρβαροι ἐπιστρατεύσαντες ὁμονοοῦσι κατεργάσασθαι ἴσχυσαν ἄν. ὃ δὴ καὶ αὐτοὶ καλῶς συνιδόντες, ἐν ἀρχαῖς μάλιστα τοῦδε τοῦ πολέμου πρεσβείαν ἀποστείλαντες πρὸς βασιλέα, περὶ εἰρήνης ἐδεῖσθε κἀμοῦ συνειδότος· ὡς δ' ἠνύετε ὑμεῖς οὐδὲν, ἐπρεσβευόμην καὶ αὐτὸς περὶ τῶν ἴσων, πολλὰ δεόμενος βασιλέως μὴ περιϊδεῖν ἡμᾶς αὐτοὺς ὑφ' ἑαυτῶν ἐν τῷ πρὸς τοὺς ὁμοφύλους πολέμῳ διαφθαρέντας, καὶ τὴν εἰρήνην ὥσπερ τι μέγιστον τῶν εὐεργετημάτων ᾔτουν. τότε μὲν οὖν ἡμῶν δεομένων, ἐκεῖνος οὐ προσεδέξατο τοὺς περὶ τῆς εἰρήνης λόγους· νυνὶ δὲ εἰς τοῦτο θεὸς περιέστησε τὰ πράγματα, ὥστ' αὐτοὺς τοὺς μὴ προσδεχομένους τότε τὴν εἰρήνην ἥκειν παρ' ἡμᾶς δεομένους περὶ τῶν ὁμοίων. οὗ δὴ ἕνεκα πρῶτον μὲν ἡγοῦμαι προσήκειν ἡμᾶς πολλὰς τῆς εὐεργεσίας χάριτας ὁμολογεῖν θεῷ, κρείττους ἀεὶ τῶν ἀντιτεταγμένων ἀποδεικνύντι· ἔπειτα δὲ ἀσμένως προσδέχεσθαι καὶ τὴν εἰρήνην, καὶ μὴ διὰ τὴν μικρὰν ταύτην εὐτυχίαν αὐθάδεις φαίνεσθαι καὶ θρασεῖς· ἀλλ' ἐκεῖνον εἶναι νομίζοντας τὸν καιρὸν, ἡνίκα βουλευομένοις ἡμῖν ἀναγκαία ἐδόκει ἡ εἰρήνη, οὕτω πάλιν καὶ βουλεύεσθαι καὶ ψηφίζεσθαι περὶ αὐτῆς.» Οὕτω τοῦ βασιλέως εἰρηκότος, ὁ μέγας δομέστικος ἐφεξῆς «οὐδὲν ἐνέλιπεν ὁ βασιλεὺς» ἔφη «τοῦ μὴ διδάξαι τῶν δεόντων ἡμᾶς, ὥσθ' ἕτερόν τινα ἔχειν τοῖς εἰρημένοις προσθεῖναι. τό, τε γὰρ ἐν ταῖς εὐτυχίαις μὴ φυσᾶσθαι, σωφρόνων καὶ ἀνδρείων ἀπέδειξεν ὂν ἀνδρῶν, καὶ τὸ τοὺς γεγεννηκό 1.156 τας αἰδεῖσθαί τε καὶ τιμᾷν καὶ δίκαιον ἅμα καὶ ἀναγκαῖον· καὶ τὸ τῶν ὁμοφύλων κήδεσθαι καὶ περὶ πλείστου τὴν σωτηρίαν αὐτῶν ποιεῖσθαι, καὶ μὴ διὰ φιλονεικίαν φθειρομένους περιορᾷν, ἀλλ' εἰ δεῖ τι καὶ τῶν οἰκείων προΐεσθαι τοῦ σώζεσθαι ἕνεκα αὐτοὺς, οὐ μόνον ἀγαθῶν, ἀλλὰ καὶ συνέσει κεχρημένων ἀνθρώπων εἶναι. οἷς γὰρ ἄν τις τοὺς οἰκείους καὶ ὁμοφύλους φθειρομένους περιορῴη, τοῖς αὐτοῖς τούτοις αὐτόν ἐστι φθείρεσθαι ἀγνοοῦντα· καὶ μόνην τὴν κατὰ τῶν ὁμοφύλων νίκην ἧτταν αἰσχίστην, ἀλλ' οὐ νίκην νομίζειν χρή· κεφάλαιον δὲ ἐπὶ τούτοις, ὡς ὁ πάντα ἐφορῶν θεὸς τῇ παρούσῃ εὐτυχίᾳ ὀρθῶς καὶ ὡς προσῆκε καὶ μετὰ ἀτυφίας ὁρῶν χρωμένους ἡμᾶς, καὶ μὴ ὠμούς τινας καὶ ἀπανθρώπους γεγενημένους καὶ τὴν φύσιν ἀγνοήσαντας, ἑτέρων πολλῶν τοιούτων ἢ καὶ πλειόνων καὶ θαυμασιωτέρων εὐεργετημάτων ἀξιώσειεν ἄν. εἰ οὖν δίκαιά τε ὁμοῦ καὶ ἀναγκαῖα τὰ βεβουλευμένα καὶ πρὸς τὸ εὐδοξεῖν καὶ τὸ σώζεσθαι· λυσιτελοῦντα, οὐδὲν ἔτι λεῖπον ἢ ἐπιψηφίζεσθαι καὶ ὑμᾶς. αὐτὸς γὰρ ὀρθῶς τε οἰόμενος ἔχειν τὰ εἰρημένα καὶ ὁμοίως περὶ τῶν αὐτῶν φρονῶν, γνώμην δίδωμι δέχεσθαι τὴν εἰρήνην, καὶ τὸ ἐμὸν μέρος ἐπικυρῶ.» Τοιαῦτα καὶ τοῦ μεγάλου δομεστίκου εἰρηκότος, ὅ, τε πρωτοστράτωρ ἐπεψηφίζετο δέχεσθαι τὴν εἰρήνη, ὀρθῶς τόν τε βασιλέα εἰρηκέναι τόν τε μέγαν δομέστικον συνειπεῖν αὐτῷ εἰπών· καὶ οἱ λοιποὶ πάντες εὐθὺς ἄκοντες μὲν, ἐπεψηφίζοντο δ' οὖν ὅμως. πάντων δὲ ἐπιψηφισαμένων τὴν εἰρήνην, ἐπυνθάνετο 1.157 αὖθις ὁ βασιλεὺς, εἰ τοιαύτην δέοι τὴν εἰρήνην γενέσθαι ὥστε βεβαίαν εἶναι ἀεὶ, καὶ μηδεμίαν ὑποψίαν ὕστερον ἢ πρόφασίν τινα πολέμου ἔχειν. ὁ δέ γε μέγας δομέστικος, οἷα δὴ πρότερον ἅμα βασιλεῖ ὁποίαν τινὰ δεῖ εἰρήνην γενέσθαι βεβουλευμένος, τοιούτους ἐποιεῖτο τοὺς λόγους, ὡς δοκεῖν οὐκ ἐξεπίτηδες, ἀλλ' ἀνάγκῃ τινὶ πρὸς τὰς ἐπὶ τοῖς τοιούτοις ὁμολογίας συνωθεῖσθαι. «δέον γὰρ» ἔλεγεν «εἶναι, ὦ βασιλεῦ, μὴ πάλιν ἡμῖν τὰς ἐπὶ τῇ εἰρήνῃ συμβάσεις τοιαύτας γενέσθαι, ὥστε τοὺς συκοφάντας ἐγχωρεῖν προφάσεων εὐπροσώπων εὐποροῦντας ὑμᾶς τοὺς βασιλέας πρὸς ἀλλήλους διαβάλλειν καὶ τὸν πόλεμον κινεῖν, οὐ μόνον ὑμῖν ἀδοξίαν ἅμα καὶ εἰς τὰ καιριώτατα ζημίαν, ἀλλὰ καὶ τῷ ὑπηκόῳ παντὶ παντοίων προξενοῦντα φορὰν