54
ψευδοπροφῆται σφόδρα πολλοί. δότε ουν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς απασιν ετερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ εκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ' ου αν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής." ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν ουτως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις ανευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς ὁ θεὸς η τις ἀσχολία αὐτῷ ἐστιν. ὡς δ' οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προφήτης δώδεκα λίθους λαβὼν καθ' ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ωρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεῖα ἐπενεγκὼν υδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ωστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, καὶ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν 1.136 θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ υδωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ' ἐκπλαγεὶς επεσεν ἐπὶ τὴν γῆν, ενα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. ειπε δὲ τῷ βασιλεῖ ὡς υσει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ομβρος. ἀπειλησάσης δὲ τῆς ̓Ιεζάβελ ἀνελεῖν τὸν ̓Ηλίαν, φοβηθεὶς ἐκεῖνος εφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην αρτον ἐκεῖ καὶ υδωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αυθις ὁ αγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ορει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ηκουσε "τί παραγέγονας ἐνταῦθα;" ὁ δὲ εφη "οτι ζηλώσας εκτεινα τοὺς προφήτας τῆς ̓Ιεζάβελ, ἡ δὲ ζητεῖ με κτανεῖν." ὁ δὲ χρηματίζων ειπεν αυθις αὐτῷ "εξελθε αυριον καὶ στῆθι ἐνώπιον κυρίου." καὶ ἐποίησεν ουτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. ειτα λεπτῆς γενομένης αυρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν ̓Αζαήλ, καὶ τὸν ̓Ιηοὺ βασιλέα τῷ ̓Ισραήλ, καὶτὸν ̓Ελισσαιὲ εἰς προφήτην ἀνθ' ἑαυτοῦ, οι τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ ̓Ηλίας ὡς ἐκελεύσθη ευρε τὸν ̓Ελισσαῖον ἀροτριοῦντα, καὶ ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιωθείς. 1.137 ̓Αμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως ̓Αχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλῆσαι αὐτὸν τῷ βασιλεῖ η ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ ̓Ιεζάβελ τῆς λύπης τὸ αιτιον γραφὴν ἐποιήσατο ὡς ἐξ ̓Αχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ῃ κατῴκει ὁ Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη εστειλε πρὸς τοὺς ανδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ' ̓Ιεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ ̓Αχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ ̓Ηλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς ̓Αχαὰβ λέγων "οτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ενθα οἱ κύνες τὸ ἐκείνου ελειξαν αιμα, ἐκεῖ καὶ τὸ σὸν αιμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αιματί σου, καὶ απαν τὸ γένος σου ἐξολοθρευθήσεται." ̓Αχαὰβ δ' ἐπὶ τούτοις κατανυγεὶς εκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ